§3.32.1ἄρας δὲ ἐκ τοῦ Ἐμβάτου παρέπλει, καὶ προσσχὼν Μυοννήσῳ τῇ Τηίων τοὺς αἰχμαλώτους οὓς κατὰ πλοῦν εἰλήφει ἀπέσφαξε τοὺς πολλούς.
他从恩巴顿起航,沿海航行,在忒奥斯境内的米翁内苏斯靠岸,将航行途中俘获的大部分囚犯予以杀害。
§3.32.2καὶ ἐς τὴν Ἔφεσον καθορμισαμένου αὐτοῦ Σαμίων τῶν ἐξ Ἀναίων ἀφικόμενοι πρέσβεις ἔλεγον οὐ καλῶς τὴν Ἑλλάδα ἐλευθεροῦν αὐτόν, εἰ ἄνδρας διέφθειρεν οὔτε χεῖρας ἀνταιρομένους οὔτε πολεμίους, Ἀθηναίων δὲ ὑπὸ ἀνάγκης ξυμμάχους· εἴ τε μὴ παύσεται, ὀλίγους μὲν αὐτὸν τῶν ἐχθρῶν ἐς φιλίαν προσάξεσθαι, πολὺ δὲ πλείους τῶν φίλων πολεμίους ἕξειν.
当他在埃非索斯停泊时,来自阿奈亚的萨摩斯人使节前来对他说,如果他杀害那些既没有举手反抗他、也不是敌人的,而只是被迫成为雅典人同盟者的人,那么他解放希腊的方式就是不当的;而且,如果他不停止这种行为,他将只能把极少数敌人争取为朋友,却会让多得多的朋友变成敌人。
§3.32.3καὶ ὁ μὲν ἐπείσθη τε καὶ Χίων ἄνδρας ὅσους εἶχεν ἔτι ἀφῆκε καὶ τῶν ἄλλων τινάς· ὁρῶντες γὰρ τὰς ναῦς οἱ ἄνθρωποι οὐκ ἔφευγον, ἀλλὰ προσεχώρουν μᾶλλον ὡς Ἀττικαῖς καὶ ἐλπίδα οὐδὲ τὴν ἐλαχίστην εἶχον μή ποτε Ἀθηναίων τῆς θαλάσσης κρατούντων ναῦς Πελοποννησίων ἐς Ἰωνίαν παραβαλεῖν.
他被说服了,于是释放了手中尚存的所有希奥斯人囚犯以及其他一些人;因为人们看到这些船只时,并没有逃跑,反而迎上前去,以为是雅典的船只,他们做梦也想不到,在雅典人统治海洋的时候,伯罗奔尼撒人的船只竟然会来到伊奥尼亚。