§3.1.1τοῦ δ’ ἐπιγιγνομένου θέρους Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἅμα τῷ σίτῳ ἀκμάζοντι ἐστράτευσαν ἐς τὴν Ἀττικήν· ἡγεῖτο δὲ αὐτῶν Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς.
在次年夏天,伯罗奔尼撒人及其盟军在庄稼成熟之际入侵阿提卡;他们的统帅是拉刻代蒙人的国王、宙克西达摩斯之子阿基达摩斯。
§3.1.2καὶ ἐγκαθεζόμενοι ἐδῄουν τὴν γῆν·
他们驻扎下来并蹂躏该地。
καὶ προσβολαί, ὥσπερ εἰώθεσαν, ἐγίγνοντο τῶν Ἀθηναίων ἱππέων ὅπῃ παρείκοι, καὶ τὸν πλεῖστον ὅμιλον τῶν ψιλῶν εἶργον τὸ μὴ προεξιόντας τῶν ὅπλων τὰ ἐγγὺς τῆς πόλεως κακουργεῖν.
与此同时,雅典骑兵也像往常一样,在任何可行的地方发起进攻,阻止了绝大多数轻装兵走出阵营去危害靠近城郊的地区。
§3.1.3ἐμμείναντες δὲ χρόνον οὗ εἶχον τὰ σιτία ἀνεχώρησαν καὶ διελύθησαν κατὰ πόλεις.
他们在留驻了其粮食尚能支撑的时间之后,便撤退并解散回到各自的城邦。