§3.18.1Μυτιληναῖοι δὲ κατὰ τὸν αὐτὸν χρόνον ὃν οἱ Λακεδαιμόνιοι περὶ τὸν Ἰσθμὸν ἦσαν ἐπὶ Μήθυμναν ὡς προδιδομένην ἐστράτευσαν κατὰ γῆν αὐτοί τε καὶ οἱ ἐπίκουροι· καὶ προσβαλόντες τῇ πόλει, ἐπειδὴ οὐ προυχώρει ᾗ προσεδέχοντο, ἀπῆλθον ἐπ’ Ἀντίσσης καὶ Πύρρας καὶ Ἐρέσου, καὶ καταστησάμενοι τὰ ἐν ταῖς πόλεσι ταύταις βεβαιότερα καὶ τείχη κρατύναντες διὰ τάχους ἀπῆλθον ἐπ’ οἴκου.
The Mytilenians, during the same time that the Lacedaemonians were about the Isthmus, marched by land, themselves and their auxiliaries, against Methymna, expecting it to be betrayed to them; and having attacked the city, when things did not go as they expected, they departed for Antissa, Pyrrha, and Eresus, and having made affairs in these cities more secure and strengthened their walls, they departed for home in haste.
§3.18.2ἐστράτευσαν δὲ καὶ οἱ Μηθυμναῖοι ἀναχωρησάντων αὐτῶν ἐπ’ Ἄντισσαν· καὶ ἐκβοηθείας τινὸς γενομένης πληγέντες ὑπό τε τῶν Ἀντισσαίων καὶ τῶν ἐπικούρων ἀπέθανόν τε πολλοὶ καὶ ἀνεχώρησαν οἱ λοιποὶ κατὰ τάχος.
And the Methymnaeans also made an expedition against Antissa after they had withdrawn; and when a sally was made, being defeated by the Antissaeans and the auxiliaries, many died, and the rest withdrew in haste.
§3.18.3οἱ δὲ Ἀθηναῖοι πυνθανόμενοι ταῦτα, τούς τε Μυτιληναίους τῆς γῆς κρατοῦντας καὶ τοὺς σφετέρους στρατιώτας οὐχ ἱκανοὺς ὄντας εἴργειν, πέμπουσι περὶ τὸ φθινόπωρον ἤδη ἀρχόμενον Πάχητα τὸν Ἐπικούρου στρατηγὸν καὶ χιλίους ὁπλίτας ἑαυτῶν.
And the Athenians, hearing this—that the Mytilenians were masters of the land and that their own soldiers were not able to prevent them—sent, about the beginning of autumn, Paches the son of Epicurus as general, and a thousand of their own hoplites.
§3.18.4οἱ δὲ αὐτερέται πλεύσαντες τῶν νεῶν ἀφικνοῦνται καὶ περιτειχίζουσι Μυτιλήνην ἐν κύκλῳ ἁπλῷ τείχει· φρούρια δ’ ἔστιν ᾗ ἐπὶ τῶν καρτερῶν ἐγκατῳκοδόμηται.
And they, having rowed the ships themselves, arrived and walled in Mytilene with a single circumvallation wall in a circle; and there are forts built in at some strong points.
§3.18.5καὶ ἡ μὲν Μυτιλήνη κατὰ κράτος ἤδη ἀμφοτέρωθεν καὶ ἐκ γῆς καὶ ἐκ θαλάσσης εἴργετο, καὶ ὁ χειμὼν ἤρχετο γίγνεσθαι.
And so Mytilene was now closely blockaded from both sides, both by land and by sea, and winter was beginning.