Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.16.1-3.16.4

雅典舰队的武力示威与斯巴达撤军

第 265 段,共 917 段 · 希腊语

内容简介

雅典派遣百艘战船进行示威和登陆,出乎意料的拉刻代蒙因盟国未集结及本土周边受威胁而决定撤军。

§3.16.1αἰσθόμενοι δὲ αὐτοὺς οἱ Ἀθηναῖοι διὰ κατάγνωσιν ἀσθενείας σφῶν παρασκευαζομένους, δηλῶσαι βουλόμενοι ὅτι οὐκ ὀρθῶς ἐγνώκασιν ἀλλ’ οἷοί τέ εἰσι μὴ κινοῦντες τὸ ἐπὶ Λέσβῳ ναυτικὸν καὶ τὸ ἀπὸ Πελοποννήσου ἐπιὸν ῥᾳδίως ἀμύνεσθαι, ἐπλήρωσαν ναῦς ἑκατὸν ἐσβάντες αὐτοί τε πλὴν ἱππέων καὶ πεντακοσιομεδίμνων καὶ οἱ μέτοικοι, καὶ παρὰ τὸν Ἰσθμὸν ἀναγαγόντες ἐπίδειξίν τε ἐποιοῦντο καὶ ἀποβάσεις τῆς Πελοποννήσου ᾗ δοκοίη αὐτοῖς.
雅典人察觉到由于低估了他们的力量,对方正在进行准备;雅典人希望证明对方估算错误,并且表明他们自己即使不动用在莱斯博斯的海军,也完全有能力轻易击退从伯罗奔尼撒逼近的敌人。 于是,除了骑兵和五百麦斗级以外的雅典公民自身以及外邦侨民纷纷登船,装备了一百艘战船,并沿着地峡出海进行示威,还在他们认为适宜的伯罗奔尼撒沿岸地方进行了登陆。
§3.16.2οἱ δὲ Λακεδαιμόνιοι ὁρῶντες πολὺν τὸν παράλογον τά τε ὑπὸ τῶν Λεσβίων ῥηθέντα ἡγοῦντο οὐκ ἀληθῆ καὶ ἄπορα νομίζοντες, ὡς αὐτοῖς καὶ οἱ ξύμμαχοι ἅμα οὐ παρῆσαν καὶ ἠγγέλλοντο καὶ αἱ περὶ τὴν Πελοπόννησον τριάκοντα νῆες τῶν Ἀθηναίων τὴν περιοικίδα αὐτῶν πορθοῦσαι, ἀνεχώρησαν ἐπ’ οἴκου.
拉刻代蒙人见局势的发展大出所料,便认为米蒂利尼人所说的话并不可信。 此外,他们考虑到由于盟国此时未能共同集结,且有报告称雅典在伯罗奔尼撒周围的三十艘战船正在劫掠他们的周边领土,因此认为情况难以应对,便撤军回国。
§3.16.3ὕστερον δὲ ναυτικὸν παρεσκεύαζον ὅτι πέμψουσιν ἐς τὴν Λέσβον, καὶ κατὰ πόλεις ἐπήγγελλον τεσσαράκοντα νεῶν πλῆθος καὶ ναύαρχον προσέταξαν Ἀλκίδαν, ὃς ἔμελλεν ἐπιπλεύσεσθαι.
后来,他们准备了一支将派往莱斯博斯的海军,向各城邦征集共计四十艘战船,并指派阿尔基达斯为海军统帅,由他负责率军出征。
§3.16.4ἀνεχώρησαν δὲ καὶ οἱ Ἀθηναῖοι ταῖς ἑκατὸν ναυσίν, ἐπειδὴ καὶ ἐκείνους εἶδον.
雅典人见对方已经撤退,也带着他们的一百艘战船撤回了。

词汇与语法注释

  1. §3.16.1διὰ κατάγνωσιν ἀσθενείας σφῶν — 人称代词 σφῶν(第三人称复数反身代词)在此作为间接反身代词,指代主句主语雅典人。短语 ἀσθενείας σφῶν(雅典人自身的虚弱)作名词 κατάγνωσις(低估、轻视)的宾格性属格(客观属格),整句意为“由于拉刻代蒙人低估了雅典人的虚弱”。
  2. §3.16.2ὁρῶντες πολὺν τὸν παράλογον — 形容词 πολύς 处于表语位置(位于冠词之前),修饰名词 παράλογος(意料之外的事、估算错误)。在此并非指“许多意料之外的事”,而是作表语性理解,意为“看到这一出乎意料的局势非常巨大(大出所料)”。
  3. §3.16.2ἠγγέλλοντο καὶ αἱ ... νῆες ... πορθοῦσαι — 动词 ἠγγέλλοντο(ἀγγέλλω 的未完成过去时被动语态第三人称复数)与分词 πορθοῦσαι 连用,构成个人人称结构(personal construction)。字面意思是“这些船只被报告正在劫掠”,等同于非个人人称结构,即“据报告,这些船只正在劫掠”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.16.1-3.16.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.16.1-3.16.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。