§2.29.1καὶ ἐν τῷ αὐτῷ θέρει Νυμφόδωρον τὸν Πύθεω ἄνδρα Ἀβδηρίτην, οὗ εἶχε τὴν ἀδελφὴν Σιτάλκης, δυνάμενον παρ’ αὐτῷ μέγα οἱ Ἀθηναῖοι πρότερον πολέμιον νομίζοντες πρόξενον ἐποιήσαντο καὶ μετεπέμψαντο, βουλόμενοι Σιτάλκην σφίσι τὸν Τήρεω, Θρᾳκῶν βασιλέα, ξύμμαχον γενέσθαι.
在同一个夏天,雅典人将庇忒斯之子、阿布德拉人尼姆福多罗斯指定为他们的“普罗克塞诺斯”(国家代理人)并召见了他,尽管他们以前视他为敌人;因为西塔尔克斯娶了他的姐妹,他在西塔尔克斯那里拥有极大的影响力。 雅典人希望泰雷斯之子、色雷斯人的国王西塔尔克斯能够成为他们的同盟者。
§2.29.2ὁ δὲ Τήρης οὗτος ὁ τοῦ Σιτάλκου πατὴρ πρῶτος Ὀδρύσαις τὴν μεγάλην βασιλείαν ἐπὶ πλέον τῆς ἄλλης Θρᾴκης ἐποίησεν· πολὺ γὰρ μέρος καὶ αὐτόνομόν ἐστι Θρᾳκῶν.
而这位西塔尔克斯的父亲泰雷斯,是第一个在色雷斯的其余部分之上,为奥德里萨伊人建立起庞大帝国的人;因为色雷斯人有很大一部分其实是独立的。
§2.29.3Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος ἀπ’ Ἀθηνῶν σχόντι γυναῖκα προσήκει ὁ Τήρης οὗτος οὐδέν, οὐδὲ τῆς αὐτῆς Θρᾴκης ἐγένοντο, ἀλλ’ ὁ μὲν ἐν Δαυλίᾳ τῆς Φωκίδος νῦν καλουμένης γῆς [ὁ Τηρεὺς ] ᾤκει, τότε ὑπὸ Θρᾳκῶν οἰκουμένης, καὶ τὸ ἔργον τὸ περὶ τὸν Ἴτυν αἱ γυναῖκες ἐν τῇ γῇ ταύτῃ ἔπραξαν (πολλοῖς δὲ καὶ τῶν ποιητῶν ἐν ἀηδόνος μνήμῃ Δαυλιὰς ἡ ὄρνις ἐπωνόμασται), εἰκός τε καὶ τὸ κῆδος Πανδίονα ξυνάψασθαι τῆς θυγατρὸς διὰ τοσούτου ἐπ’ ὠφελίᾳ τῇ πρὸς ἀλλήλους μᾶλλον ἢ διὰ πολλῶν ἡμερῶν ἐς Ὀδρύσας ὁδοῦ.
至于娶了雅典潘迪翁之女普罗克涅为妻的泰雷乌斯,与这位泰雷斯毫无亲缘关系,他们也并非来自同一个色雷斯地区。 相反,泰雷乌斯居住在现在被称为福基斯之地的达乌利亚,当时那里由色雷斯人居住,而妇女们正是在这片土地上做出了关于伊蒂斯的那件惨案(对于许多诗人来说,在提及夜莺时,该鸟也被冠名为“达乌利亚之鸟”)。 此外,潘迪翁在如此近的距离结下女儿的婚约以求互助,也比经过多日行程前往奥德里萨伊人那里更为合理。
Τήρης δὲ οὐδὲ τὸ αὐτὸ ὄνομα ἔχων βασιλεύς [τε] πρῶτος ἐν κράτει Ὀδρυσῶν ἐγένετο.
而泰雷斯甚至连名字也不同,并成为了奥德里萨伊人中首位掌握权力的国王。
§2.29.4οὗ δὴ ὄντα τὸν Σιτάλκην οἱ Ἀθηναῖοι ξύμμαχον ἐποιοῦντο, βουλόμενοι σφίσι τὰ ἐπὶ Θρᾴκης χωρία καὶ Περδίκκαν ξυνεξελεῖν αὐτόν.
雅典人正是要将这位泰雷斯的儿子西塔尔克斯纳为盟友,希望他能与他们一起攻取色雷斯方向的城邑以及佩尔迪卡斯。
§2.29.5ἐλθών τε ἐς τὰς Ἀθήνας ὁ Νυμφόδωρος τήν τε τοῦ Σιτάλκου ξυμμαχίαν ἐποίησε καὶ Σάδοκον τὸν υἱὸν αὐτοῦ Ἀθηναῖον τόν τε ἐπὶ Θρᾴκης πόλεμον ὑπεδέχετο καταλύσειν· πείσειν γὰρ Σιτάλκην πέμπειν στρατιὰν Θρᾳκίαν Ἀθηναίοις ἱππέων τε καὶ πελταστῶν.
尼姆福多罗斯来到雅典,促成了与西塔尔克斯的同盟,使他的儿子萨多科斯成为雅典公民,并承诺结束色雷斯方向的战争;因为他表示将说服西塔尔克斯向雅典人派遣一支由骑兵和轻盾兵组成的色雷斯军队。
§2.29.6ξυνεβίβασε δὲ καὶ τὸν Περδίκκαν τοῖς Ἀθηναίοις καὶ Θέρμην αὐτῷ ἔπεισεν ἀποδοῦναι· ξυνεστράτευσέ τε εὐθὺς Περδίκκας ἐπὶ Χαλκιδέας μετὰ Ἀθηναίων καὶ Φορμίωνος.
他还使佩尔迪卡斯与雅典人和解,并说服他们将塞尔梅归还给他;佩尔迪卡斯随即与雅典人及福尔米奥一起,共同出兵讨伐哈尔基季基人。
§2.29.7οὕτω μὲν Σιτάλκης τε ὁ Τήρεω Θρᾳκῶν βασιλεὺς ξύμμαχος ἐγένετο Ἀθηναίοις καὶ Περδίκκας ὁ Ἀλεξάνδρου Μακεδόνων βασιλεύς.
就这样,泰雷斯之子、色雷斯人的国王西塔尔克斯成了雅典人的盟友,亚历山大之子、马其顿人的国王佩尔迪卡斯也同样如此。