§2.30.1οἱ δ’ ἐν ταῖς ἑκατὸν ναυσὶν Ἀθηναῖοι ἔτι ὄντες περὶ Πελοπόννησον Σόλλιόν τε Κορινθίων πόλισμα αἱροῦσι καὶ παραδιδόασι Παλαιρεῦσιν Ἀκαρνάνων μόνοις τὴν γῆν καὶ πόλιν νέμεσθαι·
与此同时,乘着一百艘船、仍在伯罗奔尼撒周围的雅典人,攻占了科林斯人的小城镇索利翁,并将该土地和城市交给了阿卡纳尼亚人中的巴莱雷亚人,仅供他们占有。
καὶ Ἀστακόν, ἧς Εὔαρχος ἐτυράννει, λαβόντες κατὰ κράτος καὶ ἐξελάσαντες αὐτὸν τὸ χωρίον ἐς τὴν ξυμμαχίαν προσεποιήσαντο.
他们还强攻夺取了由埃瓦尔霍斯僭主统治的阿斯塔科斯,将其逐出,并将该地纳入了自己的同盟。
§2.30.2ἐπί τε Κεφαλληνίαν τὴν νῆσον προσπλεύσαντες προσηγάγοντο ἄνευ μάχης·
他们又航行到凯法利尼亚岛,未经战斗便使其归顺。
κεῖται δὲ ἡ Κεφαλληνία κατὰ Ἀκαρνανίαν καὶ Λευκάδα τετράπολις οὖσα, Παλῆς, Κράνιοι, Σαμαῖοι, Προνναῖοι.
凯法利尼亚位于阿卡纳尼亚和莱乌卡斯对面,是一个由四个城市组成的联盟:帕莱、克兰尼奥伊、萨迈奥伊、普龙奈奥伊。
ὕστερον δ’ οὐ πολλῷ ἀνεχώρησαν αἱ νῆες ἐς τὰς Ἀθήνας.
不久之后,船队便返回了雅典。