§2.19.1ἐπειδὴ μέντοι προσβαλόντες τῇ Οἰνόῃ καὶ πᾶσαν ἰδέαν πειράσαντες οὐκ ἐδύναντο ἑλεῖν, οἵ τε Ἀθηναῖοι οὐδὲν ἐπεκηρυκεύοντο, οὕτω δὴ ὁρμήσαντες ἀπ’ αὐτῆς μετὰ τὰ ἐν Πλαταίᾳ [τῶν ἐσελθόντων Θηβαίων] γενόμενα ἡμέρᾳ ὀγδοηκοστῇ μάλιστα, θέρους καὶ τοῦ σίτου ἀκμάζοντος, ἐσέβαλον ἐς τὴν Ἀττικήν·
然而,当他们对奥伊诺埃发起进攻并尝试了各种方法却仍无法攻克,且雅典人没有派出任何使者时,他们便在普拉塔亚发生[进入城内的底比斯人]事件后的大约第八十天,于夏季谷物成熟之时,从那里出发,侵入了阿提卡。
ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου, Λακεδαιμονίων βασιλεύς.
统率他们的是泽乌克西达摩斯之子、拉刻代蒙人的国王阿基达莫斯。
§2.19.2καὶ καθεζόμενοι ἔτεμνον πρῶτον μὲν Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον καὶ τροπήν τινα τῶν Ἀθηναίων ἱππέων περὶ τοὺς Ῥείτους καλουμένους ἐποιήσαντο·
他们安营扎寨,首先蹂躏了埃莱夫西斯和特里亚平原,并在被称为雷托伊的地方击退了部分雅典骑兵。
ἔπειτα προυχώρουν ἐν δεξιᾷ ἔχοντες τὸ Αἰγάλεων ὄρος διὰ Κρωπιᾶς, ἕως ἀφίκοντο ἐς Ἀχαρνάς, χωρίον μέγιστον τῆς Ἀττικῆς τῶν δήμων καλουμένων, καὶ καθεζόμενοι ἐς αὐτὸ στρατόπεδόν τε ἐποιήσαντο χρόνον τε πολὺν ἐμμείναντες ἔτεμνον.
随后,他们将艾加莱奥斯山置于右侧,穿过克罗皮亚前行,直到抵达阿哈尔奈,这是阿提卡被称为“德谟”(区)中最大的一处地方;他们在此安营,建立了营地,并停留了很长时间进行蹂躏。