§1.7.1τῶν δὲ πόλεων ὅσαι μὲν νεώτατα ᾠκίσθησαν καὶ ἤδη πλωιμωτέρων ὄντων, περιουσίας μᾶλλον ἔχουσαι χρημάτων ἐπ’ αὐτοῖς τοῖς αἰγιαλοῖς τείχεσιν ἐκτίζοντο καὶ τοὺς ἰσθμοὺς ἀπελάμβανον ἐμπορίας τε ἕνεκα καὶ τῆς πρὸς τοὺς προσοίκους ἕκαστοι ἰσχύος·
在诸城市中,那些建城最晚、且在航海已较便利之时的城市,由于拥有较多的资金积蓄,便紧靠着海岸建造并筑起城墙,同时切断地峡加以割据,这既是为了贸易,也是为了各自对邻国的防御力量。
αἱ δὲ παλαιαὶ διὰ τὴν λῃστείαν ἐπὶ πολὺ ἀντίσχουσαν ἀπὸ θαλάσσης μᾶλλον ᾠκίσθησαν, αἵ τε ἐν ταῖς νήσοις καὶ ἐν ταῖς ἠπείροις (ἔφερον γὰρ ἀλλήλους τε καὶ τῶν ἄλλων ὅσοι ὄντες οὐ θαλάσσιοι κάτω ᾤκουν), καὶ μέχρι τοῦδε ἔτι ἀνῳκισμένοι εἰσίν.
然而,古老的城市,由于海盗行为长期盛行,大多建在远离海洋的地方,无论是在岛屿上还是在大陆上的城市都是如此(因为他们不仅互相劫掠,还掠夺其他并非航海之民而居住在沿海低地的人);而且直到今天,他们仍然居住在远离海洋的内陆。