Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.42.1-1.42.4

科林斯就未来的不确定性与坚守正义提出的呼吁

第 42 段,共 917 段 · 希腊语

内容简介

科林斯使节要求雅典人回报过去的恩惠,并指出,对同等国家保持正义,比起因惧战争未来而与科林斯结怨,是更为稳固和明智的选择。

§1.42.1‘ὧν ἐνθυμηθέντες καὶ νεώτερός τις παρὰ πρεσβυτέρου αὐτὰ μαθὼν ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνεσθαι, καὶ μὴ νομίσῃ δίκαια μὲν τάδε λέγεσθαι, ξύμφορα δέ, εἰ πολεμήσει, ἄλλα εἶναι.
“考虑到这些,年轻人应该从年长者那里学习这些道理,并认为应该以同样的报答回报我们;绝不要认为,我们所说的是正义的,但如果战争爆发,其他选择才是更有利的。
§1.42.2τό τε γὰρ ξυμφέρον ἐν ᾧ ἄν τις ἐλάχιστα ἁμαρτάνῃ μάλιστα ἕπεται, καὶ τὸ μέλλον τοῦ πολέμου ᾧ φοβοῦντες ὑμᾶς Κερκυραῖοι κελεύουσιν ἀδικεῖν ἐν ἀφανεῖ ἔτι κεῖται, καὶ οὐκ ἄξιον ἐπαρθέντας αὐτῷ φανερὰν ἔχθραν ἤδη καὶ οὐ μέλλουσαν πρὸς Κορινθίους κτήσασθαι, τῆς δὲ ὑπαρχούσης πρότερον διὰ Μεγαρέας ὑποψίας σῶφρον ὑφελεῖν μᾶλλον (ἡ γὰρ τελευταία χάρις καιρὸν ἔχουσα,
因为利益最常伴随在人们最少犯错的地方,而科克拉人用来恐吓你们并唆使你们行不义的战争前途,目前仍处于未知之中。 你们不应当因这种前途而兴奋,以至于现在就对科林斯人结下显而易见而非未来的仇怨;相反,明智的做法是消除一些先前因麦加拉人而产生的猜疑。
§1.42.3κἂν ἐλάσσων ᾖ, δύναται μεῖζον ἔγκλημα λῦσαι),
因为在关键时刻给予的最后恩惠,即使较小,也能够消除更大的怨恨。
§1.42.4μηδ’ ὅτι ναυτικοῦ ξυμμαχίαν μεγάλην διδόασι, τούτῳ ἐφέλκεσθαι·
你们也不要因为他们提供强大的海军同盟而被诱惑。
τὸ γὰρ μὴ ἀδικεῖν τοὺς ὁμοίους ἐχυρωτέρα δύναμις ἢ τῷ αὐτίκα φανερῷ ἐπαρθέντας διὰ κινδύνων τὸ πλέον ἔχειν.
因为不对同等的人行不义,比起因眼前显而易见的利益而兴奋、冒险去获取更多,是更为稳固的力量。 ”

词汇与语法注释

  1. 1.42.1τοῖς ὁμοίοις — 手段或方式与格。字面意思是“以同样的方式”,指雅典应当以同等的恩惠回报科林斯过去对雅典的帮助。
  2. 1.42.2ᾧ φοβοῦντες — 关系代词 `ᾧ`(先行词为中性名词短语 `τὸ μέλλον τοῦ πολέμου`)作手段与格,意为“(科克拉人)以此(即未来的战争威胁)来恐吓你们”。
  3. 1.42.2τῆς ... ὑποψίας σῶφρον ὑφελεῖν μᾶλλον — 不定式 `ὑφελεῖν` 充当非人称形容词短语 `σῶφρον [ἐστι]`(是明智的)的主语。属格 `τῆς ... ὑποψίας` 作动词 `ὑφελεῖν`(除去、减少一部分)的宾语,具有部分属格(或夺格性属格)的功能。
  4. 1.42.4τούτῳ ἐφέλκεσθαι — 与格指示代词 `τούτῳ` 指代前面 `ὅτι` 引导的从句内容(科克拉人提供强大海军同盟这一事实),作原因或手段与格。被动不定式 `ἐφέλκεσθαι`(被拉拢、被诱惑)在此作命令性不定式使用,表达强烈的劝诫。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.42.1-1.42.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.42.1-1.42.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。