§1## ΟΤΙ το ΠΑΟΤΤΕΙΝ ΑΔΙΚί2Σ ΤΟΤ> ΠΕΝΕΣΘΑΙ ΑΘΑΙί^ΤΕΡΟΝ.
χθές τις ἐσπέρας ἤλγει τε καὶ ἔστενε τοὺς προσαιτοῦντας ἀριθμῶν, τοὺς μὲν ἑστῶτας, τοὺς δὲ οὐδὲ τοῦτο δυναμένους, τοὺς δὲ οὐδὲ καθῆσθαι, καὶ τοὺς μὲν ἠκρωτηριασμένους, τοὺς δὲ μᾶλλον τετηκότας ἢ πολλοὶ τῶν τεθνεώτων.
【見出し】不当に富むことは貧しくあることよりも悲惨であることについて。 昨日、ある人が夕方に、物乞いたちの数を数えながら、心を痛めて嘆いていた。 ある者は立ち尽くし、ある者はそれすらできず、ある者は座ることすらできず、ある者は不具にされ、ある者は多くの死者よりもさらに衰弱していた。
ἐλεεινὸν δὲ ἔφασκεν εἶναι καὶ τὸ ἐν ῥακίοις τοιούτοις ψῦχος τοιοῦτον διαφέρειν τοῖς μὲν ὄντων μόνων διαζωμάτων, τοῖς δὲ ἐκ βουβώνων τε καὶ ὤμων ἄκρων χειρῶν τε καὶ ποδῶν γεγυμνωμένῶν.
また、そのような襤褸をまとってこれほどの寒さを耐え忍ぶのは哀れなことだと彼は言っていた。 ある者たちには腰布だけしかなく、ある者たちには鼠径部や肩、手足の先までもがむき出しになっていた。
§2ἐφαίνοντο δέ τινες καὶ οἷς οὐδ’ ὁτιοῦν ἐκεκάλυπτο τοῦ σώματος, δεήσεις τε ἦσαν ἀφ’ ἑκάστου συχναὶ | δοῦναί τι τὸν παριόντα, καὶ μέγα ἦν οὐκ
C = codex Chisianus
Α = Monacensis gr. 483 (Augustanus)
Ρ = Palatinus gr. 282
U = Urbinas gr. 126
Ι = Marcianus append. XCI 2
Β = Barberinus II 41
Ma = Marcianus append. XCII 7
ἄρτον μόνον λαβεῖν, ἀλλ’ ἤδη καὶ ὀβολόν.
また、身体のどこ一箇所として覆われていない人々もいたようだった。 そして、通行人に何かを施してくれるよう求める各人からの度重なる懇願があり、パンだけでなく、すでに小銭を一つもらうことさえ大ごとであった。
§3ἐν δὲ τῷ στένειν καὶ ἀποκαλεῖν ἀθλίους ὄντος ἐκείνου τοῦ ἀνθρώπου λελουμένοι τινὲς σοβοῦντες ᾔεσαν ὑπὸ λαμπάδων ἐπὶ δεῖπνα πάντα ἔχοντα πλὴν ἀμβροσίας καὶ νέκταρος.
その男が嘆き、彼らを悲惨な者と呼んでいる間に、風呂を浴びたばかりの人々が、たいまつの光に照らされ威張りながら、アンブロシアとネクタルを除くすべてのものを備えた宴会へと向かって歩いていった。
ὁ δέ, ὡς εὐδαίμονες οἱ ἄνδρες, ἐβόησε καὶ διεξῄει χρυσὸν πολὺν τίκτοντα χρυσόν.
すると彼は「あの方々は何と幸福なことか! 」と叫び、多大の金を生み出す多くの金について詳しく語り始めた。
§4ἐγὼ δὲ οὐκ ἔφην οἷς ἐστι πλοῦτος, τούτους πάντως δεῖν καὶ μακαρίους νομίζειν.
しかし私は、富を持っている人々を、必ずしも幸いであると見なすべきではないと言った。
εἶναι γὰρ ἐνίους τῶν ἄγαν πλουσίων μᾶλλον ἀξίους ἐλεεῖσθαι ἢ οἶς ἡ δεξιὰ διὰ πάσης ἡμέρας ὑπτία τέταται προκαλουμένη τὸν δώσοντα.
なぜなら、極めて豊かな人々の中には、終日、施しをくれる人を呼び求めながら右の手を手のひらを上にして広げている人々よりも、むしろ憐れみに値する者が一部にいるからである。
§5τοῖς μὲν γάρ ἐστι τὸ κακὸν ἐν τῷ τὸν δώσοντα ζητεῖν, οὐ μὴν ἀποροῦσί γε τοῦ δώσοντος, ζῶσι γοῦν, δικαστὴς τε οὐδεὶς οὔτε ἐπὶ γῆς οὔτε ὑπὸ γῆς δίκην ἂν πτωχὸν ἀπαιτήσαι πτωχείας τῆς κατὰ τὴν τύχην.
というのも、前者にとっての災いは、施しをくれる人を探すことにあるが、彼らは施しをくれる人に欠いているわけではなく、とにかく生きている。 また、地上においても地下においても、いかなる裁判官も、不運による貧しさのゆえに貧者を処罰することはない。
§6οὐδέ εἰσι νόμοι κείμενοι κατὰ τῶν ἢ οὐ μεγάλας ἐκδεξαμένων οὐσίας ἢ οὐκ αὐτῶν κτήσασθαι δυνηθέντῶν, κατὰ δέ γε τῶν κτησαμένων | αὐτῶν, οὐ μὴν σὺν τῷ καλῷ, γραφαί τε καὶ κρίσεις καὶ κατηγορίαι καὶ δίκαι καὶ μίση παρά τε ἀνθρώπων καὶ θεῶν.
また、大きな財産を受け継がなかった人々や、それを自ら獲得できなかった人々に対して定められた法律はない。 しかし、正当な手段によらずに財産を獲得した人々に対しては、告発や裁判、起訴、罰、そして人間と神々からの憎しみがある。
§7καὶ αὐτοῖς τὰ τῇδε φεύγουσι δικαστήρια πλέον οὐδέν, ἀλλ’ ὂν οὐχ οἷόν τε ὑπερπηδῆσαι, κάθηται δικαστὴς Μίνως ὁ Δῖός, διαγιγνώσκων εὐθὺς Ἰδῶν ψυχὴν ἄδικόν τε καὶ δικαίαν·
そして、彼らがこの世の裁判所から逃れたとしても何の役にも立たない。 飛び越えることのできない場所に、ゼウスの子である裁判官ミノスが座っており、一目見てすぐに、不正な魂と正しい魂を見分けるからである。
συμμαχία δὲ οὐδαμόθεν τῇ κακῇ οὔτε ἀπὸ λόγων δεινότητος οὔτε ἀπὸ χρημάτων πλήθους οὔτε ἀπὸ συγγενείας ἢ φίλων, ἀλλ’ ὠσθεῖσὰν οἷ τέτακται φέρειν ἀνάγκη κολαζομένην.
悪しき魂に対しては、言葉の巧みさからも、富の豊かさからも、あるいは親族や友人からも、いかなる支援も得られず、定められた場所へと押しやられて、罰を受けながら運命を耐え忍ばざるを得ない。
8. Ὅστις οὖν ὀρθῷ ἐλέῳ χρήσεται, μᾶλλον αὐτῷ δόξουσιν οἵδε οἱ πλούσιοι τῶν πτωχῶν ἐκείνων εινοί, κἂν πάνυ πεινῆν ἐκεῖνοι λέγωσιν ὀμνύντες.
それゆえ、正しい憐れみを用いる人には、これらの富者のほうが、あの貧者たちよりも憐れむべきであると思われるだろう。 たとえあの貧者たちが誓って、自分たちはひどく飢えていると言おうとも。
πολὺ γὰρ δήπου δεινότερον τοῦ μετὰ τῶν κυνῶν ἐν φορυτῷ καθεύδειν τὸ ἐν ἀργυραῖς κλίναις οὐ καλῶς πεπορισμέναις.
なぜなら、犬たちと一緒に藁の中で眠るよりも、不正な手段で手に入れた銀の寝台の上で眠るほうが、はるかに恐ろしいことだからである。
§9τούτων τοίνυν τῶν τοὺς μεγάλους εἰργασμένων πλούτους οὐκ ὀλίγους εὕροις ἂν ἑτέρους ἐκδεδυκότας, οὐ κατὰ τοὺς λωποδύτας τουτουσὶ τοὺς τὰ μικρὰ ἀδίκους, ἀλλὰ πολλοὺς μὲν οἰκέτας, πολλὰς δὲ συνοικίας ἀφελομένους, πολλοὺς δὲ ἀγρούς, πολλὰς δὲ ὁλκάδας, χρυσόν, ἄργυρον, ἐσθῆτα.
さて、莫大な富を築いたこれらの人々のうち、他の人々から剥ぎ取った者を少なくない数、見出すことができるだろう。 このあたりの、小さな不正を働く追剥たちのようにではなく、多くの奴隷、多くの共同住宅、多くの畑、多くの商船、金、銀、衣服を奪い取った者たちである。
§10οἱ δὲ καὶ τεμένη τε καὶ νεὼς κτήματα ἑαυτῶν ἐποιήσαντο, εἶτα μάλα εὐχερῶς ἐκρίψαντες τὰ ἔδη ξύλων, οἱ δὲ ἀχύρων τοὺς νεὼς ἐνέπλησαν, οἱ δὲ αὖ ἀνδρειότεροι καὶ καθελόντες | οἰκίας ᾤκησαν τῶν ἐκεῖθεν λίθων πεποιημενας.
またある人々は、聖域や神殿すら自分たちの所有物とし、きわめて平気で木製の神像を投げ捨て、あるいは神殿を藁で満たし、またあるふてぶてしい者たちは、家々を壊して、そこから得た石で造られた家に住んだ。
11. Ὧν οἱ μὲν ἔδοσαν ἤδη δίκην, οἱ δὲ οὔπω μέν, οὐκ ἔστι δὲ ὅ, τι αὐτοὺς ἐξαιρήσεται.
彼らのうち、ある者はすでに罰を受け、他の者はまだ受けていないが、彼らを救い出すものは何もない。
λέγων δὲ αὐτούς, αὐτοὺς λέγω καὶ παῖδας καὶ τοὺς ἐξ ἐκείνων.
そして、私が「彼ら」と言うとき、彼ら自身だけでなく、その子供たちや、彼らの子孫をも意味している。
ὧν ἐφ’ ὅντινα ἂν ἔλθῃ τὸ πλῆττον, ὁ γεννάδας ἐκεῖνος πέπληκται.
彼らのうち、誰に打撃が下ろうとも、あの「高貴な」男が打たれたことになる。
§12τούτους οὖν οἰκτείρειν χρεὼν ἂν εἴη μᾶλλον ἢ ὅσοι βλέπουσιν εἰς τοὺς ἑτέρων δακτύλους·
それゆえ、他人の指先を見つめている人々よりも、彼らをこそ憐れむべきなのである。
ὡς τοῖς μὲν ἡ τελευτὴ λύσει τὸ χρῄζειν τῶν ἐπαρκεσόντων, τοῖς δὲ ἀντὶ μικροῦ χρόνου τοῦ τῆς ἡδονῆς ἀθάνατος ἐπικείσεται ζημία.
なぜなら、前者にとっては、死が援助者を必要とすることから解放してくれるが、後者にとっては、快楽の短い時間の代わりに、永遠の罰が課されることになるからである。