Humanitext Reader

エウクレイデス · 原論 §6.prop.6

一角と挟む辺の比が等しい三角形の等角性

89 / 316 箇所 · ギリシア語

要旨

2つの三角形において、1つの角が等しく、その等しい角を挟む辺が比例するならば、それらの三角形は互いに等角であり、対応する辺に対する角も等しいことを証明する。

§6.prop.6ἐὰν δύο τρίγωνα μίαν γωνίαν μιᾷ γωνίᾳ ἴσην ἔχῃ, περὶ δὲ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἀνάλογον, ἰσογώνια ἔσται τὰ τρίγωνα καὶ ἴσας ἕξει τὰς γωνίας, ὑφʼ ἃς αἱ ὁμόλογοι πλευραὶ ὑποτείνουσιν.
もし2つの三角形が1つの角を1つの角に等しく持ち、等しい角を挟む辺が比例するならば、それらの三角形は等角であり、また対応する辺が対面する角を等しく持つであろう。
ἔστω δύο τρίγωνα τὰ ΑΒΓ, ΔΕΖ μίαν γωνίαν τὴν ὑπὸ ΒΑΓ μιᾷ γωνίᾳ τῇ ὑπὸ ΕΔΖ ἴσην ἔχοντα, περὶ δὲ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἀνάλογον, ὡς τὴν ΒΑ πρὸς τὴν ΑΓ, οὕτως τὴν ΕΔ πρὸς τὴν ΔΖ·
2つの三角形ABC, DEFが1つの角BACを1つの角EDFに等しく持っており、等しい角を挟む辺が比例している、すなわち、BAがACに対する比はEDがDFに対する比と同じであるとせよ。
λέγω, ὅτι ἰσογώνιόν ἐστι τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ καὶ ἴσην ἕξει τὴν ὑπὸ ΑΒΓ γωνίαν τῇ ὑπὸ ΔΕΖ, τὴν δὲ ὑπὸ ΑΓΒ τῇ ὑπὸ ΔΖΕ. συνεστάτω γὰρ πρὸς τῇ ΔΖ εὐθείᾳ καὶ τοῖς πρὸς αὐτῇ σημείοις τοῖς Δ, Ζ ὁποτέρᾳ μὲν τῶν ὑπὸ ΒΑΓ, ΕΔΖ ἴση ἡ ὑπὸ ΖΔΗ, τῇ δὲ ὑπὸ ΑΓΒ ἴση ἡ ὑπὸ ΔΖΗ·
私は言う、三角形ABCは三角形DEFと等角であり、角ABCを角DEFに等しく、また角ACBを角DFEに等しく持つであろう。 なぜなら、直線DFとその上にある点D, Fにおいて、角BAC, EDFのいずれか一方に等しい角FDGが、また角ACBに等しい角DFGが作られるとせよ。
λοιπὴ ἄρα ἡ πρὸς τῷ Β γωνία λοιπῇ τῇ πρὸς τῷ Η ἴση ἐστίν.
したがって、残りのBにおける角は、残りのGにおける角に等しい。
ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΗΖ τριγώνῳ.
したがって、三角形ABCは三角形DGFと等角である。
ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΒΑ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΗΔ πρὸς τὴν ΔΖ. ὑπόκειται δὲ καὶ ὡς ἡ ΒΑ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΕΔ πρὸς τὴν ΔΖ·
それゆえ、BAがACに対する比は、GDがDFに対する比と同じである。 しかし、BAがACに対する比は、仮定によりEDがDFに対する比と同じでもある。
καὶ ὡς ἄρα ἡ ΕΔ πρὸς τὴν ΔΖ, οὕτως ἡ ΗΔ πρὸς τὴν ΔΖ. ἴση ἄρα ἡ ΕΔ τῇ ΔΗ·
したがって、EDがDFに対する比は、GDがDFに対する比と同じである。 したがって、EDは GDに等しい。
καὶ κοινὴ ἡ ΔΖ·
そしてDFは共通である。
δύο δὴ αἱ ΕΔ, ΔΖ δυσὶ ταῖς ΗΔ, ΔΖ ἴσαι εἰσίν·
それゆえ、2辺ED, DFは2辺GD, DFにそれぞれ等しい。
καὶ γωνία ἡ ὑπὸ ΕΔΖ γωνίᾳ τῇ ὑπὸ ΗΔΖ ἴση·
そして角EDFは角GDFに等しい。
βάσις ἄρα ἡ ΕΖ βάσει τῇ ΗΖ ἐστιν ἴση, καὶ τὸ ΔΕΖ τρίγωνον τῷ ΗΔΖ τριγώνῳ ἴσον ἐστίν, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν.
したがって、底辺EFは底辺GFに等しく、三角形DEFは三角形GDFに等しく、残りの角は、等しい辺が対面する残りの角に等しいであろう。
ἴση ἄρα ἐστὶν ἡ μὲν ὑπὸ ΔΖΗ τῇ ὑπὸ ΔΖΕ, ἡ δὲ ὑπὸ ΔΗΖ τῇ ὑπὸ ΔΕΖ. ἀλλʼ ἡ ὑπὸ ΔΖΗ τῇ ὑπὸ ΑΓΒ ἐστιν ἴση·
したがって、角DFGは角DFEに等しく、角DGFは角DEFに等しい。 しかし、角DFGは角ACBに等しい。
καὶ ἡ ὑπὸ ΑΓΒ ἄρα τῇ ὑπὸ ΔΖΕ ἐστιν ἴση.
したがって、角ACBも角DFEに等しい。
ὑπόκειται δὲ καὶ ἡ ὑπὸ ΒΑΓ τῇ ὑπὸ ΕΔΖ ἴση·
そして、仮定により角BACも角EDFに等しい。
καὶ λοιπὴ ἄρα ἡ πρὸς τῷ Β λοιπῇ τῇ πρὸς τῷ Ε ἴση ἐστίν·
したがって、残りの Bにおける角は、残りのEにおける角に等しい。
ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ.
したがって、三角形ABCは三角形DEFと等角である。
ἐὰν ἄρα δύο τρίγωνα μίαν γωνίαν μιᾷ γωνίᾳ ἴσην ἔχῃ, περὶ δὲ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἀνάλογον, ἰσογώνια ἔσται τὰ τρίγωνα καὶ ἴσας ἕξει τὰς γωνίας, ὑφʼ ἃς αἱ ὁμόλογοι πλευραὶ ὑποτείνουσιν·
したがって、もし2つの三角形が1つの角を1つの角に等しく持ち、等しい角を挟む辺が比例するならば、それらの三角形は等角であり、また対応する辺が対面する角を等しく持つであろう。
ὅπερ ἔδει δεῖξαι.
これが示すべきことであった。

語釈・文法注

  1. ¦5¦περὶ δὲ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἀνάλογον — `ἀνάλογον` は無変化の形容詞(または副詞)として機能し、ここでは `ἔχῃ`(〜を持つ)の目的語 `τὰς πλευρὰς` を修飾する述語的な補語、あるいは文全体として `ἔχῃ` の支配下に置かれる構文である。『等しい角を挟む辺を比例関係に持つ』と解される。
  2. ¦15¦ὁποτέρᾳ μὲν τῶν ὑπὸ ΒΑΓ, ΕΔΖ ἴση ἡ ὑπὸ ΖΔΗ — `ὁποτέρᾳ` は関係代名詞 `ὁπότερος`(二者のうちどちらでも)の女性単数与格で、`γωνίᾳ` が省略されている。仮定により角BACと角EDFは等しいため、そのいずれか一方に等しい角(角ZDH、すなわち角GDF)を作ればよいことを意味する。

この箇所を引用する

エウクレイデス, 原論 §6.prop.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。