Humanitext Reader

エウクレイデス · 原論 §13.prop.9

正六角形と正十角形の辺の和の外中比分割

301 / 316 箇所 · ギリシア語

要旨

同じ円に内接する正六角形の辺と正十角形の辺を一直線上に連結すると、その全体が外中比に分割され、六角形の辺がその大きい方の線分になることを証明する。

§13.prop.9ἐὰν ἡ τοῦ ἑξαγώνου πλευρὰ καὶ ἡ τοῦ δεκαγώνου τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων συντεθῶσιν, ἡ ὅλη εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά ἐστιν ἡ τοῦ ἑξαγώνου πλευρά.
同じ円に内接する六角形の辺と十角形の辺が合わされるならば、直線全体は外中比に切られ、その大きい方の線分は六角形の辺である。
ἔστω κύκλος ὁ ΑΒΓ, καὶ τῶν εἰς τὸν ΑΒΓ κύκλον ἐγγραφομένων σχημάτων, δεκαγώνου μὲν ἔστω πλευρὰ ἡ ΒΓ, ἑξαγώνου δὲ ἡ ΓΔ, καὶ ἔστωσαν ἐπʼ εὐθείας·
円をABCとし、円ABCに内接する図形のうち、十角形の辺をBC、六角形の辺をCDとし、それらが一直線上にあるとせよ。
λέγω, ὅτι ἡ ὅλη εὐθεῖα ἡ ΒΔ ἄκρον καὶ μέσον λόγον τέτμηται, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά ἐστιν ἡ ΓΔ. εἰλήφθω γὰρ τὸ κέντρον τοῦ κύκλου τὸ Ε σημεῖον, καὶ ἐπεζεύχθωσαν αἱ ΕΒ, ΕΓ, ΕΔ, καὶ διήχθω ἡ ΒΕ ἐπὶ τὸ Α. ἐπεὶ δεκαγώνου ἰσοπλεύρου πλευρά ἐστιν ἡ ΒΓ, πενταπλασίων ἄρα ἡ ΑΓΒ περιφέρεια τῆς ΒΓ περιφερείας· τετραπλασίων ἄρα ἡ ΑΓ περιφέρεια τῆς ΓΒ. ὡς δὲ ἡ ΑΓ περιφέρεια πρὸς τὴν ΓΒ, οὕτως ἡ ὑπὸ ΑΕΓ γωνία πρὸς τὴν ὑπὸ ΓΕΒ·
私は、直線全体BDが外中比に切られ、その大きい方の線分はCDである、と主張する。 なぜなら、円の中心を点Eとし、EB, EC, EDを結び、BEをAまで延長せよ。 BCは等辺十角形の辺であるから、したがって弧ACBは弧BCの5倍であり、したがって弧ACは弧CBの4倍である。 そして、弧AC がCBに対するように、角AECが角CEBに対する。
τετραπλασίων ἄρα ἡ ὑπὸ ΑΕΓ τῆς ὑπὸ ΓΕΒ. καὶ ἐπεὶ ἴση ἡ ὑπὸ ΕΒΓ γωνία τῇ ὑπὸ ΕΓΒ, ἡ ἄρα ὑπὸ ΑΕΓ γωνία διπλασία ἐστὶ τῆς ὑπὸ ΕΓΒ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΕΓ εὐθεῖα τῇ ΓΔ· ἑκατέρα γὰρ αὐτῶν ἴση ἐστὶ τῇ τοῦ ἑξαγώνου πλευρᾷ τοῦ εἰς τὸν ΑΒΓ κύκλον·
したがって、角AECは角CEBの4倍である。 そして、角EBCは角ECBに等しいから、したがって角AECは角ECBの2倍である。 そして、直線ECはCDに等しいから(なぜならそれらのそれぞれが円ABCに内接する六角形の辺に等しいから)、角CEDもまた角CDEに等しい。
ἴση ἐστὶ καὶ ἡ ὑπὸ ΓΕΔ γωνία τῇ ὑπὸ ΓΔΕ γωνίᾳ·
したがって、角ECBは角EDCの2倍である。
διπλασία ἄρα ἡ ὑπὸ ΕΓΒ γωνία τῆς ὑπὸ ΕΔΓ. ἀλλὰ τῆς ὑπὸ ΕΓΒ διπλασία ἐδείχθη ἡ ὑπὸ ΑΕΓ·
しかし、角AECは角ECBの2倍であることが示された。
τετραπλασία ἄρα ἡ ὑπὸ ΑΕΓ τῆς ὑπὸ ΕΔΓ. ἐδείχθη δὲ καὶ τῆς ὑπὸ ΒΕΓ τετραπλασία ἡ ὑπὸ ΑΕΓ·
したがって、角AECは角EDCの4倍である。 そして、角AECは角BECの4倍であることも示された。
ἴση ἄρα ἡ ὑπὸ ΕΔΓ τῇ ὑπὸ ΒΕΓ. κοινὴ δὲ τῶν δύο τριγώνων, τοῦ τε ΒΕΓ καὶ τοῦ ΒΕΔ, ἡ ὑπὸ ΕΒΔ γωνία·
したがって、角EDCは角BECに等しい。 そして、2つの三角形BECとBEDにおいて、角EBDは共通である。
καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΒΕΔ τῇ ὑπὸ ΕΓΒ ἐστιν ἴση·
したがって、残りの角BEDは角ECBに等しい。
ἰσογώνιον ἄρα ἐστὶ τὸ ΕΒΔ τρίγωνον τῷ ΕΒΓ τριγώνῳ.
したがって、三角形EBDは三角形EBCと等角である。
ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΔΒ πρὸς τὴν ΒΕ, οὕτως ἡ ΕΒ πρὸς τὴν ΒΓ. ἴση δὲ ἡ ΕΒ τῇ ΓΔ. ἔστιν ἄρα ὡς ἡ ΒΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΔΓ πρὸς τὴν ΓΒ. μείζων δὲ ἡ ΒΔ τῆς ΔΓ·
したがって、比例して、 DBがBEに対するように、EBがBCに対する。 しかし、EBはCDに等しい。 したがって、BDがDCに対するように、DCがCBに対する。 そして、BDはDCより大きい。
μείζων ἄρα καὶ ἡ ΔΓ τῆς ΓΒ. ἡ ΒΔ ἄρα εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται, καὶ τὸ μεῖζον τμῆμα αὐτῆς ἐστιν ἡ ΔΓ·
したがって、DCもまたCBより大きい。 したがって、直線BDは外中比に切られており、その大きい方の線分は DCである。
ὅπερ ἔδει δεῖξαι.
これが証明すべきことであった。

語釈・文法注

  1. 15πενταπλασίων ἄρα ἡ ΑΓΒ περιφέρεια τῆς ΒΓ περιφερείας — 「πενταπλασίων」は「5倍の」を意味する形容詞「πενταπλάσιος」の属格複数形であり、比較の属格「τῆς ΒΓ περιφερείας」を伴って比較級のように用いられ、「弧ACBは弧BCの5倍である」という比例関係を表している。次の「τετραπλασίων」も同様の構造である。
  2. 20διπλασία ἄρα ἡ ὑπὸ ΕΓΒ γωνία τῆς ὑπὸ ΕΔΓ — 点B, Γ, Δは一直線上にあるため、角ECBは三角形ECDの頂点Γにおける外角となる。三角形の1つの外角はそれに隣接しない2つの内角の和に等しく、またEC = CD(したがって角CED = 角CDE)より、外角ECBは内対角EDCの2倍となる。

この箇所を引用する

エウクレイデス, 原論 §13.prop.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。