§1## ΟΡΚΟΣ.
Ὄμνυμι Ἀπόλλωνα ἰητρὸν, καὶ Ἀσκληπιὸν, καὶ Ὑγείαν, καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε·
誓い。 私は、医師アポロン、アスクレピオス、ヒュギエイア、パナケイア、そしてすべての神々と女神たちを証人に立てて、私の能力と判断に従って、この誓いとこの誓約書を履行することを誓う。
ἡγήσασθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηΐζοντι μετάδοσιν ποιήσασθαι, καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς ἴσον ἐπικρινέειν ἄῤῥεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηΐζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ ξυγγραφῆς, παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης μαθήσιος μετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐμοῖσι, καὶ τοῖσι τοῦ ἐμὲ διδάξαντος, καὶ μαθηταῖσι συγγεγραμμένοισί τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί.
この技術を私に教えてくれた人を私の親と同等にみなし、生活を共にして、彼が必要とするときには私の財を分かち合うこと。 そして、彼から生まれた子孫を私の男性の兄弟と同等とみなし、彼らが学ぶことを望むなら、報酬や誓約書なしにこの技術を教えること。 口頭の指示、講義、その他すべての教育の伝授を、私の息子たち、私を教えてくれた人の息子たち、そして医術の掟に従って誓約を交わし誓いを立てた弟子たちにのみ行い、他のいかなる者にも行わないこと。
Διαιτήμασί τε χρήσομαι ἐπ᾿ ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν.
私は自分の能力と判断に従って、病む人々の有益さのために養生法を用い、害悪と不正を働くことからは自らを遠ざける。
Οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι ξυμβουλίην τοιήνδε·
また、求められても誰にも致命的な薬を与えず、そのような相談を勧めることもしない。
ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω.
同様に、女性に流産を誘発するペッサリーを与えることもしない。
Ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐμὸν καὶ τέχνην τὴν ἐμήν.
私は清らかに、かつ敬虔に、私の生涯と私の技術を守り続ける。
Οὐ τεμέω δὲ οὐδὲ μὴν λιθιῶντας, ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε.
また、私は結石を患う者に対して切開を行わず、この仕事を専門の職人たちに譲る。
Ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσομαι ἐπ᾿ ὠφελείῃ καμνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης καὶ φθορίης, τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε γυναικείων σωμάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ δούλων.
私がどの家に入ろうとも、病む人々の有益さのために入り、意図的なあらゆる不正や破滅をもたらす行為、とりわけ自由身分であれ奴隷であれ、女性の身体に対しても男性の身体に対しても、性的な交わりを行うことから遠ざかる。
Ἃ δ᾿ ἂν ἐν θεραπείῃ ἢ ἴδω, ἢ ἀκούσω, ἢ καὶ ἄνευ θεραπηΐης κατὰ βίον ἀνθρώπων, ἃ μὴ χρή ποτε ἐκλαλέεσθαι ἔξω, σιγήσομαι, ἄῤῥητα ἡγεύμενος εἶναι τὰ τοιαῦτα.
治療の際に見聞きしたことであれ、あるいは治療とは関係なく人々の生活に関して見聞きしたことであれ、決して外に口外すべきでない事柄については沈黙を守り、そのような事柄は語るべからざる秘密であるとみなす。
Ὅρκον μὲν οὖν μοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ μὴ ξυγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης δοξαζομένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον·
それゆえ、この誓いを果たし、それを破らない私に、生涯と技術を享受し、すべての人々の間で永遠に名声を得ることが許されますように。
παραβαίνοντι δὲ καὶ ἐπιορκοῦντι, τἀναντία τουτέων.
しかし、もし私が誓いに背き、偽誓を行うならば、その反対のことが私に起こりますように。