Humanitext Reader

希波克拉底 · 希波克拉底誓言 §1

向医神宣誓与医者的伦理义务

第 1 段,共 1 段 · 希腊语

内容简介

本文即著名的《希波克拉底誓言》,规定了医生的伦理规范,包括向医神宣誓、对恩师及其家属的义务,以及保护患者免受伤害、保守秘密等医疗道德要求。

§1## ΟΡΚΟΣ. Ὄμνυμι Ἀπόλλωνα ἰητρὸν, καὶ Ἀσκληπιὸν, καὶ Ὑγείαν, καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε· ἡγήσασθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηΐζοντι μετάδοσιν ποιήσασθαι, καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς ἴσον ἐπικρινέειν ἄῤῥεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηΐζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ ξυγγραφῆς, παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης μαθήσιος μετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐμοῖσι, καὶ τοῖσι τοῦ ἐμὲ διδάξαντος, καὶ μαθηταῖσι συγγεγραμμένοισί τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί.
誓言。 我以医神阿波罗、阿斯克勒庇俄斯、阿克亚、帕纳刻亚以及所有的男神和女神为证,宣誓将根据我的能力和判断,履行此誓言和此契约:将传授我这一医术的恩师视同我的父母,与他共用我的生活资料,并在他需要时与他分享我的财物;将他的子嗣视同我亲生的兄弟,如果他们想学习这一医术,我将无条件且不收学费地传授给他们;将口头指示、讲义以及其他一切学问,传授给我的儿子、恩师的儿子,以及按照医学界规矩签署契约并宣誓的弟子,而绝不传授给其他任何人。
Διαιτήμασί τε χρήσομαι ἐπ᾿ ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν.
我将根据我的能力和判断,为了患者的利益而采用饮食疗法,并使自己远离危害和不义。
Οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι ξυμβουλίην τοιήνδε· ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω.
无论何人请求,我都绝不给其致命的药物,也绝不提出此类建议;同样,我也绝不给妇女堕胎用的药栓。
Ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐμὸν καὶ τέχνην τὴν ἐμήν.
我将清白、神圣地保持我的生活和我的医术。
Οὐ τεμέω δὲ οὐδὲ μὴν λιθιῶντας, ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε.
我绝不为结石患者动切开手术,而将这一工作让给专门做此事的工匠。
Ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσομαι ἐπ᾿ ὠφελείῃ καμνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης καὶ φθορίης, τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε γυναικείων σωμάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ δούλων.
无论进入哪一家,我都是为了患者的利益,不采取任何有意的伤害和败坏行为,尤其是避免与自由人或奴隶的男女身体发生性关系。
Ἃ δ᾿ ἂν ἐν θεραπείῃ ἢ ἴδω, ἢ ἀκούσω, ἢ καὶ ἄνευ θεραπηΐης κατὰ βίον ἀνθρώπων, ἃ μὴ χρή ποτε ἐκλαλέεσθαι ἔξω, σιγήσομαι, ἄῤῥητα ἡγεύμενος εἶναι τὰ τοιαῦτα.
在诊疗过程中,或者在诊疗之外的人们生活中,凡是我所见所闻、绝不应当外传的事情,我都将保持沉默,认为这些事情是不可泄露的秘密。
Ὅρκον μὲν οὖν μοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ μὴ ξυγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης δοξαζομένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον· παραβαίνοντι δὲ καὶ ἐπιορκοῦντι, τἀναντία τουτέων.
因此,如果我履行此誓言而不违背它,愿我得以享受生活和艺术,在所有人中永远享有盛名;但如果我违背誓言并作伪证,愿与此相反的命运降临于我。

词汇与语法注释

  1. p.628ἵστορας ποιεύμενος — 分词 ποιεύμενος(爱奥尼亚方言,相当于雅典方言的 ποιούμενος,中动态)意为“使(神明)成为自己的……”。ἵστορας(名词 ἵστωρ “见证人”的复数宾格)作宾语补足语,整句译为“以诸神为见证”。
  2. p.628ἡγήσασθαι — 不定过去时不定式。这是由开头动词 ὄμνυμι(宣誓)所引导的一系列不定式的第一个,用于规定誓约的具体内容(做某事)。随后的 κοινώσασθαι, ποιήσασθαι 等也具有相同的功能。
  3. p.630εἴρξειν — 将来时不定式,源自 εἴργω(阻挡、禁绝)。省略的主语为“我”。既可以作不及物/反身性解释(“使我自己远离危害和不义”),也可以作及物性解释(“使[患者]免受危害和不义”)。此处均统一译作避免自己做出危害与不义行为之意。
  4. p.630ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε — ἐκχωρήσω 意为“退出、让给”。与格 ἐργάτῃσιν ἀνδράσι(给行此事的工匠/从业者)作间接宾语,属格 πρήξιος τῆσδε(从这一工作中)表示分离。这一句非常重要,反映了古代医学中内科治疗与外科手术(此处指结石切除术)之间的分工。

引用这一段

希波克拉底, 希波克拉底誓言 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg013.humanitext-grc1:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。