§7.48.1Καλὸν τὸ τοῦ Πλάτωνος.
プラトンの言葉は優れている。
καὶ δὴ περὶ ἀνθρώπων τοὺς λόγους ποιούμενον ἐπισκοπεῖν δεῖ καὶ τὰ ἐπίγεια ὥσπερ ποθὲν ἄνωθεν κάτω·
さらにまた、人間について語る者は、あたかもどこか上の方から下を見下ろすかのように、地上の諸々をも観察せねばならない。
ἀγέλας, στρατεύματα, γεώργια, γάμους, διαλύσεις, γενέσεις, θανάτους, δικαστηρίων θόρυβον, ἐρήμους χώρας, βαρβάρων ἔθνη ποικίλα, ἑορτάς, θρήνους, ἀγοράς, τὸ παμμιγὲς καὶ τὸ ἐκ τῶν ἐναντίων συγκοσμούμενον.
すなわち、群れ、軍勢、農事、結婚、離婚、誕生、死、法廷の喧騒、荒涼とした土地、様々な異民族、祝祭、哀悼、市場、混沌たる混ぜ合わせ、そして対立するものから秩序づけられている全体を。