§11Ἀντίοχος ὁ Σελεύκου τοῦ Ἀντιόχου, Σύρων καὶ Βαβυλωνίων καὶ ἑτέρων ἐθνῶν βασιλεύς, ἕκτος δὲ ἀπὸ Σελεύκου τοῦ μετʼ Ἀλέξανδρον Ἀσίας τῆς περὶ Εὐφράτην βεβασιλευκότος, ἐσβαλὼν ἐς Μηδίαν τε καὶ Παρθυηνὴν καὶ ἕτερα ἔθνη ἀφιστάμενα ἔτι πρὸ αὐτοῦ, καὶ πολλὰ καὶ μεγάλα δράσας, καὶ μέγας Ἀντίοχος ἀπὸ τοῦδε κληθείς, ἐπαιρόμενος τοῖς γεγονόσι καὶ τῇ διʼ αὐτὰ προσωνυμίᾳ, Συρίαν τε τὴν κοίλην καὶ Κιλικίας ἔστιν ἃ Πτολεμαίου τοῦ φιλοπάτορος, Αἰγύπτου βασιλέως ἔτι παιδὸς ὄντος, ἐπιδραμὼν περιέσπασε, καὶ μικρὸν οὐδὲν ἐνθυμούμενος Ἑλλησποντίους ἐπῄει καὶ Αἰολέας καὶ Ἴωνας ὡς οἷ προσήκοντας ἄρχοντι τῆς Ἀσίας, ὅτι καὶ πάλαι τῶν τῆς Ἀσίας βασιλέων ὑπήκουον.
アンティオコスは、アンティオコスの子セレウコスの子であり、シリア人、バビロニア人、その他の諸民族の王であったが、アレクサンドロスののちユーフラテス周辺のアジアを支配したセレウコスから数えて6代目の王であり、メディアやパルテュエネ、および彼以前からまだ反乱を起こしていた他の諸民族に侵攻して、多くの偉大な業績を成し遂げ、これにちなんで「大アンティオコス」と呼ばれるようになった。 彼はこれらの事績とそれによる称号に気もそぞろになり、エジプトの王プトレマイオス・フィロパトルがまだ子供であったときに、コイレ・シリアとキリキアのいくつかの部分を襲撃して奪い取り、また些細なことなど念頭に置かず、ヘレスポントス人、アイオリス人、イオニア人に進軍した。 それは、彼らがかつてアジアの王たちに従属していたため、アジアの支配者である自分に属する者たちであると考えたからである。
ἔς τε τὴν Εὐρώπην διαπλεύσας Θρᾴκην ὑπήγετο καὶ τὰ ἀπειθοῦντα ἐβιάζετο, Χερρόνησόν τε ὠχύρου, καὶ Λυσιμάχειαν ᾤκιζεν, ἣν Λυσίμαχος μὲν ὁ Θρᾴκης ἐπὶ Ἀλεξάνδρῳ βασιλεύσας ἔκτισεν ἐπιτείχισμα τοῖς Θρᾳξὶν εἶναι, οἱ Θρᾷκες δʼ ἀποθανόντος τοῦ Λυσιμάχου καθῃρήκεσαν.
さらにヨーロッパへと船で渡ってトラキアを服属させ、従わない者たちを力で屈服させ、ケルソネソスを要塞化し、リシマキアを再建した。 この都市は、トラキアの王でアレクサンドロスののちに統治したリシマコスがトラキア人に対する砦として築いたものであったが、トラキア人たちがリシマコスの死後に破壊していた。
καὶ ὁ Ἀντίοχος συνῴκιζε, τούς τε φεύγοντας τῶν Λυσιμαχέων κατακαλῶν, καὶ εἴ τινες αὐτῶν αἰχμάλωτοι γεγονότες ἐδούλευον ὠνούμενος, καὶ ἑτέρους προσκαταλέγων, καὶ βοῦς καὶ πρόβατα καὶ σίδηρον ἐς γεωργίαν ἐπιδιδούς, καὶ οὐδὲν ἐλλείπων ἐς ταχεῖαν ἐπιτειχίσματος ὁρμήν·
そしてアンティオコスは、リシマキア市民の亡命者を呼び戻し、彼らのうち捕虜となって奴隷となっていた者たちを買い戻し、さらに他の者たちを登録し、農業のために牛や羊や鉄を提供し、砦の迅速な再建にいささかも手を抜くことなく、その都市を再興した。
πάνυ γὰρ αὐτῷ τὸ χωρίον ἐφαίνετο λαμπρῶς ἔχειν ἐπὶ ὅλῃ Θρᾴκῃ, καὶ ταμιεῖον εὔκαιρον ἐς τὰ λοιπὰ ὧν ἐπενόει πάντων ἔσεσθαι.
なぜなら、その場所はトラキア全体に対して極めて素晴らしい位置にあり、また彼が企てていた他のすべての事柄にとって好都合な拠点となると彼に思われたからである。
§12ταῦτα δʼ αὐτῷ διαφορᾶς φανερᾶς καὶ πρὸς Ῥωμαίους ἦρξεν.
これらのことが、彼とローマ人との公然たる確執の始まりとなった。
ὡς γὰρ δὴ μετῄει τὰς τῇδε Ἑλληνίδας πόλεις, οἱ μὲν πλέονες αὐτῷ προσετίθεντο καὶ φρουρὰς ἐσεδέχοντο δέει τῷ τῆς ἁλώσεως, Σμυρναῖοι δὲ καὶ Λαμψακηνοὶ καὶ ἕτεροι ἔτι ἀντέχοντες ἐπρεσβεύοντο ἐς Φλαμινῖνον τὸν Ῥωμαίων στρατηγόν, ἄρτι Φιλίππου τοῦ Μακεδόνος μεγάλῃ μάχῃ περὶ Θετταλίαν κεκρατηκότα·
彼がその地のギリシアの都市を巡ったとき、大半の都市は陥落の恐れから彼に帰順して守備隊を受け入れたが、スミルナ人、ランプサコス人、およびなおも抵抗を続ける他の人々は、テッサリア周辺の大きな戦いでマケドニアのフィリッポスを打ち破ったばかりのローマの将軍フラミニヌスに使節を送った。
ἐγίγνετο γὰρ δὴ καὶ τὰ Μακεδόνων καὶ τὰ Ἑλλήνων ἐπίμικτα ἀλλήλοις ἀνὰ μέρη καὶ χρόνους, ὥς μοι ἐν τῇ Ἑλληνικῇ γραφῇ δεδήλωται.
マケドニア人とギリシア人の国事は、私が『ギリシア史』に記したように、時期や時代によって互いに入り混じっていたからである。
καὶ γίγνονταί τινες Ἀντιόχῳ καὶ Φλαμινίνῳ διαπρεσβεύσεις τε ἐς ἀλλήλους καὶ ἀπόπειραι ἀτελεῖς.
こうして、アンティオコスとフラミニヌスの間でいくつかの使節の交換や不調に終わった交渉が行われた。
ἐκ πολλοῦ δὲ οἱ Ῥωμαῖοι καὶ ὁ Ἀντίοχος ὑπόπτως εἶχον ἀλλήλοις, οἱ μὲν οὐκ ἀτρεμήσειν ὑπολαμβάνοντες Ἀντίοχον ἐπαιρόμενον ἀρχῆς τε μεγέθει καὶ εὐπραξίας ἀκμῇ, ὁ δὲ Ῥωμαίους οἱ μόνους αὐξομένῳ μάλιστα ἐμποδὼν ἔσεσθαι, καὶ κωλύσειν ἐς τὴν Εὐρώπην περαιούμενον.
かなり以前から、ローマ人とアンティオコスは互いに疑念を抱いていた。 一方は、帝国の規模と繁栄の絶頂に気乗りのするアンティオコスが平穏のままでいるはずがないと考えており、他方は、ローマ人こそが自身の拡大にとって最大の障害となり、ヨーロッパへ渡るのを妨げる唯一の存在であると信じていたからである。
οὐδενὸς δέ πω φανεροῦ γεγονότος αὐτοῖς ἐς ἔχθραν ἀφίκοντο πρέσβεις ἐς Ῥώμην παρὰ Πτολεμαίου τοῦ φιλοπάτορος, αἰτιωμένου Συρίαν τε καὶ Κιλικίαν Ἀντίοχον αὐτὸν ὑφελέσθαι.
彼らの間にまだあからさまな敵対関係が生じていなかったとき、プトレマイオス・フィロパトルからの使節がローマに到着し、アンティオコスが自分からシリアとキリキアを掠め取ったと告発した。
καὶ οἱ Ῥωμαῖοι τῆς ἀφορμῆς ἐπέβαινον ἄσμενοι, κατὰ καιρὸν σφίσι γενομένης, καὶ πρέσβεις ἐς τὸν Ἀντίοχον ἔστελλον, οἳ λόγῳ μὲν ἔμελλον συναλλάξειν Πτολεμαῖον Ἀντιόχῳ, ἔργῳ δὲ κατασκέψεσθαι τὴν ὁρμὴν Ἀντιόχου καὶ κωλύσειν ὅσα δύναιντο.
ローマ人はこの好機に喜んで乗り、これは彼らにとって好都合な時期に生じたものであったが、アンティオコスのもとに使節を派遣した。 その使節は、表向きはプトレマイオスをアンティオコスと和解させるためであったが、実際にはアンティオコスの意図を探り、できる限り妨害するためであった。