§8.6.1καὶ τοὺς ἐν αὐτῇ κινδυνεύειν ὁλοσχερῶς.
そして、その船の中にいる者たちも完全に致命的な危険に晒されることになった。
τινά τε τῶν μηχανημάτων πάλιν ἐπὶ τοὺς ἐφορμῶντας καὶ προβεβλημένους γέρρα καὶ διὰ τούτων ἠσφαλισμένους πρὸς τὸ μηδὲν πάσχειν ὑπὸ τῶν διὰ τοῦ τείχους φερομένων βελῶν, ἠφίει μὲν καὶ λίθους συμμέτρους πρὸς τὸ φεύγειν ἐκ τῆς πρώρρας τοὺς ἀγωνιζομένους,
また、これら装置のいくつかは、再び突撃してくる者たち、および防護の盾を掲げて、それらによって城壁から放たれる射出物から何一つ被害を受けないよう防備を固めている者たちに対して、手ごろな大きさの石をも放ち、船首で戦っている者たちがそこから逃げ出すようにした。
§8.6.2ἅμα δὲ καὶ καθίει χεῖρα σιδηρᾶν ἐξ ἁλύσεως δεδεμένην, ᾗ δραξάμενος ὁ τὴν κεραίαν οἰακίζων ὅθεν ἐπιλάβοιτο τῆς πρώρρας, κατῆγε τὴν πτέρναν τῆς μηχανῆς ἐντὸς τοῦ τείχους.
それと同時に、鎖に繋がれた鉄の鉤手を下ろし、クレーンを操縦している者が船首の掴める部分からそれを引っかけると、城壁の内側で装置の尾部を引き下げた。
§8.6.3ὅτε δὲ κουφίζων τὴν πρῶρραν ὀρθὸν ποιήσειε τὸ σκάφος ἐπὶ πρύμναν, τὰς μὲν πτέρνας τῶν ὀργάνων εἰς ἀκίνητον καθῆπτε, τὴν δὲ χεῖρα καὶ τὴν ἅλυσιν ἐκ τῆς μηχανῆς ἐξέρραινε διά τινος σχαστηρίας.
そして、船首を吊り上げて船を船尾を底にして直立させると、装置の尾部を固定して動かないようにし、鉄の鉤手と鎖を、リリース機構によって装置から一気に取り外した。
§8.6.4οὗ γινομένου τινὰ μὲν τῶν πλοίων πλάγια κατέπιπτε, τινὰ δὲ καὶ κατεστρέφετο, τὰ δὲ πλεῖστα τῆς πρώρρας ἀφʼ ὕψους ῥιφθείσης βαπτιζόμενα πλήρη θαλάττης ἐγίνετο καὶ ταραχῆς.
これが起こると、船の中には横倒しになって落下するものや、転覆するものもあり、大部分は、船首が高所から落とされることで水中に沈み、浸水して大混乱に陥った。
§8.6.5Μάρκος δὲ δυσχρηστούμενος ἐπὶ τοῖς ἀπαντωμένοις ὑπʼ Ἀρχιμήδους, καὶ θεωρῶν μετὰ βλάβης καὶ χλευασμοῦ τοὺς ἔνδον ἀποτριβομένους αὑτοῦ τὰς ἐπιβολάς, §8.6.6δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον, ὅμως δʼ ἐπισκώπτων τὰς αὑτοῦ πράξεις ἔφη ταῖς μὲν ναυσὶν αὐτοῦ κυαθίζειν ἐκ θαλάττης Ἀρχιμήδη, τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκσπόνδους μετʼ αἰσχύνης ἐκπεπτωκέναι.
マルクスは、アルキメデスによってもたらされたこれらの障害に窮し、かつ、城内の者たちが自分に損害を与え、嘲笑しながら、自分の攻撃をことごとく退けているのを見て、起こっている事態に気落ちしたものの、それでも自分の状況をユーモアを交えて自嘲しながら、アルキメデスは自分の船を海から柄杓で汲み上げており、サンブカはまるで宴会から追い出された招かれざる客のように、恥辱とともに叩きのめされて退却していった、と言った。
§8.6.7καὶ τῆς μὲν κατὰ θάλατταν πολιορκίας τοιοῦτον ἀπέβη τὸ τέλος.
こうして、海上からの包囲戦はこのような結末を迎えた。