§5.62.1τρεψάμενος ἐπεστρατοπέδευσε τοῖς στενοῖς.
敵を敗走させると、その狭隘地に陣を敷いた。
προσδεξάμενος δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐνταῦθα, καὶ παρακαλέσας τὰ πρέποντα ταῖς προκειμέναις ἐπιβολαῖς, μετὰ ταῦτα προήγαγε μετὰ πάσης τῆς δυνάμεως, εὐθαρσὴς καὶ μετέωρος ὢν πρὸς τὰς ὑπογραφομένας ἐλπίδας.
そこで残りの軍勢をも待ち受けて合流し、目前の企てにふさわしい言葉で鼓舞したのち、その後、全軍を率いて前進した。 描き出された希望に対して意気軒昂であり、大いに期待を抱きながら。
§5.62.2ἀπαντησάντων δὲ τῶν περὶ τὸν Θεόδοτον καὶ Παναίτωλον αὐτῷ καὶ τῶν ἅμα τούτοις φίλων, ἀποδεξάμενος τούτους φιλανθρώπως παρέλαβε τήν τε Τύρον καὶ Πτολεμαΐδα καὶ τὰς ἐν ταύταις παρασκευάς, ἐν αἷς ἦν καὶ πλοῖα τετταράκοντα·
テオドトスやパナイトロス、および彼らとともにある友人たちが彼を迎えにやって来ると、彼は彼らを好意的に受け入れ、ティロスとプトレマイス、およびそれらの都市にある軍備を受け取った。 その中には四十隻の船も含まれていた。
§5.62.3τούτων κατάφρακτα μὲν εἴκοσι διαφέροντα ταῖς κατασκευαῖς, ἐν οἷς οὐδὲν ἔλαττον ἦν τετρήρους, τὰ δὲ λοιπὰ τριήρεις καὶ δίκροτα καὶ κέλητες.
これら(の船)のうち、二十隻は構造において際立った装甲船であり、その中には四段櫂船に劣らないものもあった。 残りは三段櫂船、二段櫂船、および快速船であった。
ταῦτα μὲν οὖν Διογνήτῳ παρέδωκε τῷ ναυάρχῳ·
そこで、これらを海軍提督ディオグネトスに委ねた。
§5.62.4προσπεσόντος δʼ αὐτῷ τὸν μὲν Πτολεμαῖον εἰς Μέμφιν ἐξεληλυθέναι, τὰς δὲ δυνάμεις ἡθροῖσθαι πάσας εἰς Πηλούσιον καὶ τάς τε διώρυχας ἀναστομοῦν καὶ τὰ πότιμα τῶν ὑδάτων ἐμφράττειν, §5.62.5τῆς μὲν ἐπὶ τὸ Πηλούσιον ἐπιβολῆς ἀπέστη, τὰς δὲ πόλεις ἐπιπορευόμενος ἐπειρᾶτο τὰς μὲν βίᾳ, τὰς δὲ πειθοῖ, πρὸς αὑτὸν ἐπάγεσθαι.
しかし、プトレマイオスがメンフィスへ出発したこと、全軍勢がペルシオンに集結していること、そして彼らが運河を開放し、飲料水の水源を遮断しているという知らせが彼に届くと、彼はペルシオンに対する攻撃計画をあきらめ、都市を順次巡りながら、あるものは武力で、あるものは説得によって、自らの側に引き入れようと努めた。
§5.62.6τῶν δὲ πόλεων αἱ μὲν ἐλαφραὶ καταπεπληγμέναι τὴν ἔφοδον αὐτοῦ προσετίθεντο· αἱ δὲ πιστεύουσαι ταῖς παρασκευαῖς καὶ ταῖς ὀχυρότησι τῶν τόπων ὑπέμενον· ἃς ἠναγκάζετο προσκαθεζόμενος πολιορκεῖν καὶ κατατρίβειν τοὺς χρόνους.
諸都市のうち、動揺しやすいものは彼の襲撃に恐れおののいて帰順したが、防備と土地の険阻さに自信を持つものは抵抗し、彼は陣を敷いてそれらを包囲し、時間を浪費することを余儀なくされた。
§5.62.7οἱ δὲ περὶ τὸν Πτολεμαῖον τοῦ μὲν ἐκ χειρὸς βοηθεῖν τοῖς σφετέροις πράγμασιν, ὅπερ ἦν καθῆκον, οὕτως παρεσπονδημένοι προφανῶς, οὐδʼ ἐπιβολὴν εἶχον διὰ τὴν ἀδυναμίαν·
プトレマイオスとその側近たちは、これほどあからさまに裏切られた状況においては、自らの事態に直接手を下して援助を与えるという、なすべき義務を果たす計画すら、その力不足ゆえに持ち合わせていなかった。
§5.62.8ἐπὶ τοσοῦτον γὰρ αὐτοῖς ὠλιγώρητο πάντα τὰ κατὰ τὰς πολεμικὰς
なぜなら、彼らにとって軍事に関するすべての事柄がそれほどまでに軽視されていたからである。