§4.41.1ἐστι δῆλον τὸ γινόμενον.
起こりつつあることは明らかである。
τοῦ γὰρ Ἴστρου πλείοσι στόμασιν ἀπὸ τῆς Εὐρώπης εἰς τὸν Πόντον εἰσβάλλοντος, συμβαίνει πρὸς τοῦτον σχεδὸν ἐπὶ χίλια στάδια συνεστάναι ταινίαν ἡμέρας δρόμον ἀπέχουσαν τῆς γῆς [ἥτις νῦν συνέστηκεν] ἐκ τῆς τοῖς στόμασιν εἰσφερομένης ἰλύος·
実際、イストロス川が多くの河口からヨーロッパからポントスへと流れ込んでいるため、この流れ込みに面して、河口から運び込まれる泥土によって、陸地から一日路の距離に、ほぼ一千スタディオンにわたって砂州が形成されている[それが現に形成されているのである]。
§4.41.2ἐφʼ ἣν ἔτι πελάγιοι τρέχοντες οἱ πλέοντες τὸν Πόντον λανθάνουσιν ἐποκέλλοντες νυκτὸς ἐπὶ τοὺς τόπους.
その砂州に向かって、ポントスを航海する人々は、いまだ外洋を走っていると思い込んでいるうちに、夜間にその場所に乗り上げてしまっていることに気づかないのである。
καλοῦσι δʼ αὐτοὺς οἱ ναυτικοὶ Στήθη.
そして船乗りたちはこれらの場所を「ステーテ(胸・浅瀬)」と呼んでいる。
§4.41.3τοῦ δὲ μὴ παρʼ αὐτὴν συνίστασθαι τὴν γῆν, ἀλλʼ ἐπὶ τὸ πολὺ προωθεῖσθαι τὸν χοῦν, ταύτην νομιστέον εἶναι τὴν αἰτίαν.
土砂が陸地のすぐそばに堆積するのではなく、むしろ遥か沖合まで押し出されることの原因は、次の通りであると考えなければならない。
§4.41.4ἐφʼ ὅσον μὲν γὰρ αἱ ῥύσεις τῶν ποταμῶν διὰ τὴν βίαν τῆς φορᾶς ἐπικρατοῦσι καὶ διωθοῦνται τὴν θάλατταν, ἐπὶ τοσοῦτο καὶ τὴν γῆν καὶ πάντα τὰ φερόμενα τοῖς ῥεύμασιν ἀνάγκη προωθεῖσθαι καὶ μὴ λαμβάνειν μονὴν μηδὲ στάσιν ἁπλῶς·
すなわち、河川の流れがその流勢の激しさゆえに海を圧倒し、押し戻している間は、土砂も、そして流れによって運ばれるすべてのものも前方へ押し出され、全くとどまったり静止したりしないことが必然である。
§4.41.5ὅταν δὲ διὰ τὸ βάθος ἤδη καὶ πλῆθος τῆς θαλάττης ἐκλύηται τὰ ῥεύματα, τότʼ εἰκὸς ἤδη κατὰ φύσιν φερόμενον κάτω μονὴν καὶ στάσιν λαμβάνειν τὸν χοῦν.
しかし、海の水深の深さとその水量の多さのために、やがて流れが弱まるとき、そのとき初めて、自然の理に従って下方へと運ばれ、土砂はとどまり静止するのが自然である。
§4.41.6διʼ ἃ δὴ τῶν μὲν λάβρων καὶ μεγάλων ποταμῶν τὰ μὲν χώματα μακρὰν συνίσταται, τὰ δὲ παρὰ τὴν χέρσον ἐστὶν ἀγχιβαθῆ, τῶν δʼ ἐλαττόνων καὶ πρᾴως ῥεόντων παρʼ αὐτὰς τὰς εἰσβολὰς οἱ θῖνες συνίστανται.
このため、激しく流れる大河の堆積物は遠くに形成され、陸地の近くは急に深くなっているが、小規模で穏やかに流れる河川の場合は、その河口のすぐそばに砂丘が形成されるのである。
§4.41.7μάλιστα δʼ ἔκδηλον γίνεται τοῦτο κατὰ τὰς τῶν ὄμβρων ἐπιφοράς·
そして、このことは豪雨の際にとりわけ明白になる。
καὶ γὰρ τὰ τυχόντα τότε τῶν ῥείθρων, ἐπειδὰν ἐπικρατήσωσι τοῦ κύματος κατὰ τὴν εἰσβολήν, προωθοῦσι τὸν χοῦν εἰς θάλατταν ἐπὶ τοσοῦτον ὥστε πρὸς λόγον ἑκάστου γίνεσθαι τὴν ἀπόστασιν τῇ βίᾳ τῶν ἐμπιπτόντων ῥευμάτων.
なぜなら、そのときにはどんなありふれた小流であっても、河口において波を圧倒するときには、流入する流れの勢いにそれぞれ比例してその離隔が生じるほど、土砂を海へと押し出すからである。
§4.41.8τῷ δὲ μεγέθει τῆς προειρημένης ταινίας καὶ καθόλου τῷ πλήθει τῶν εἰσφερομένων λίθων καὶ ξύλων καὶ γῆς ὑπὸ τῶν ποταμῶν οὐδαμῶς ἀπιστητέον — §4.41.9εὔηθες γάρ — θεωροῦντας ὑπὸ τὴν ὄψιν τὸν τυχόντα χειμάρρουν ἐν βραχεῖ χρόνῳ πολλάκις ἐκχαραδροῦντα μὲν καὶ διακόπτοντα τόπους ἠλιβάτους, φέροντα δὲ πᾶν γένος ὕλης καὶ γῆς καὶ λίθων, ἐπιχώσεις δὲ ποιούμενον τηλικαύτας ὥστʼ ἀλλοιοῦν ἐνίοτε καὶ μηδὲ γινώσκειν ἐν βραχεῖ χρόνῳ
また、前述の砂州の大きさや、川によって運び込まれる石や木や土砂の総量について、決して疑いを抱くべきではない―― というのも、いかなるありふれた急流であっても、しばしば短時間のうちに険しい場所を侵食して切り裂き、あらゆる種類の木や土や石を運び去り、時には短時間のうちに(地形を)変貌させて判別すらできなくするほどの巨大な堆積地を形成するのを目の当たりにしながら、(疑うのは)愚かなことだからである。