§31.20.1ὅτι κατὰ τοὺς ὑποκειμένους καιροὺς ἧκον παρὰ τοῦ νεωτέρου Πτολεμαίου πρέσβεις οἱ περὶ τὸν Κομανὸν καὶ παρὰ τοῦ πρεσβυτέρου παραπλησίως οἱ περὶ τὸν Μένυλλον τὸν Ἀλαβανδέα.
この時期に、弟プトレマイオスからはコマノスらの一行が、また兄プトレマイオスからも同様にアラバンダのメニュロスらの一行が使節としてやって来た。
§31.20.2ὧν εἰσελθόντων εἰς τὴν σύγκλητον, καὶ πολλῶν λόγων γινομένων καὶ φιλαπεχθῶν κατὰ πρόσωπον εἰς ἀλλήλους, καὶ τῶν περὶ Τίτον καὶ Γνάιον ἀπομαρτυρούντων καὶ συνεπισχυόντων τῷ νεωτέρῳ μετὰ πολλῆς σπουδῆς, §31.20.3ἔδοξε τῇ συγκλήτῳ τοὺς περὶ Μένυλλον ἐν πένθʼ ἡμέραις ἀποτρέχειν ἐκ τῆς Ῥώμης, καὶ τὴν συμμαχίαν ἀναιρεῖν τὴν πρὸς τὸν πρεσβύτερον, πρὸς δὲ τὸν νεώτερον πέμψαι πρεσβευτὰς τοὺς διασαφήσοντας τὰ δεδογμένα τῇ συγκλήτῳ.
彼らが元老院に入ると、互いに面と向かって多くの敵意に満ちた議論が交わされ、さらにティトゥスやグナエウスらの一行も極めて熱心に弟王を擁護して証言したため、元老院は、メニュロスらの一行を5日以内にローマから退去させ、兄王との同盟を破棄し、一方で弟王のもとへは元老院の決定事項を明確に伝えるための使節を派遣することを決定した。
§31.20.4καὶ κατεστάθησαν Πόπλιος Ἀπούστιος καὶ Γάιος Λέντλος, οἳ καὶ πλεύσαντες ἐξ αὐτῆς εἰς τὴν Κυρήνην ἀνήγγειλαν τῷ Πτολεμαίῳ τὰ δεδογμένα μετὰ πολλῆς σπουδῆς.
そしてプブリウス・アプスティウスとガイウス・レントゥルスが任命され、彼らはそこから直ちにキュレネへと船で渡り、プトレマイオスに決定事項を大急ぎで伝えた。
§31.20.5ὁ δὲ Πτολεμαῖος ἐπαρθεὶς εὐθέως ἐξενολόγει καὶ ταῖς ἐπιβολαῖς ὅλος καὶ πᾶς ἦν περὶ τὴν Κύπρον.
プトレマイオスは奮い立ち、直ちに傭兵を募り、キプロスに関する企てに全身全霊を傾けた。
§31.20.6καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.
そして、イタリアにおける情勢は、このような状態にあった。