§21.30.1ροῦντες τὴν πρὸς τοὺς συμμάχους πίστιν. ὁ δὲ Μάρκος συγκατέθετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ ποιήσασθαι τὰς διαλύσεις, §21.30.2ὥστε διακόσια μὲν Εὐβοϊκὰ τάλαντα παραχρῆμα λαβεῖν, τριακόσια δʼ ἐν ἔτεσιν ἕξ, πεντήκοντα καθʼ ἕκαστον ἔτος· §21.30.3ἀποκατασταθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους Ῥωμαίοις ἅπαντας τοὺς παρʼ αὐτοῖς ὄντας ἐν ἓξ μησὶ χωρὶς λύτρων· §21.30.4πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμπολιτείᾳ μηδὲ μετὰ ταῦτα προσλαβέσθαι τούτων, ὅσαι μετὰ τὴν Λευκίου Κορνηλίου διάβασιν ἑάλωσαν ὑπὸ Ῥωμαίων ἢ φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους· §21.30.5Κεφαλληνίους δὲ πάντας ἐκσπόνδους εἶναι τούτων τῶν συνθηκῶν. §21.30.6ταῦτα μὲν οὖν ὑπετυπώθη τότε κεφαλαιωδῶς περὶ τῶν διαλύσεων· ἔδει δὲ τούτοις πρῶτον μὲν εὐδοκῆσαι τοὺς Αἰτωλούς, μετὰ δὲ ταῦτα γίνεσθαι τὴν ἀναφορὰν ἐπὶ Ῥωμαίους. §21.30.7οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέμενον αὐτοῦ, καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπόφασιν· οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διεσάφουν τοῖς Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων. §21.30.8τοῖς μὲν οὖν ὅλοις εὐδόκουν· καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα παρὰ τὴν προσδοκίαν· περὶ δὲ τῶν πόλεων τῶν πρότερον συμπολιτευομένων αὐτοῖς διαπορήσαντες ἐπὶ ποσὸν τέλος συγκατέθεντο τοῖς προτεινομένοις. §21.30.9ὁ δὲ Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν τοὺς μὲν Αἰτωλοὺς ἀφῆκεν ὑποσπόνδους, τὰ δʼ ἀγάλματα καὶ τοὺς ἀνδριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως, ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου τὴν Ἀμβρακίαν. §21.30.10ἐδόθη δʼ αὐτῷ καὶ στέφανος ἀπὸ ταλάντων ἑκατὸν καὶ πεντήκοντα. §21.30.11ταῦτα δὲ διοικησάμενος ἐποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς Αἰτωλίας, θαυμάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν Αἰτωλῶν ἀπαντᾶσθαι. §21.30.12παραγενόμενος δὲ πρὸς Ἄργος τὸ καλούμενον Ἀμφιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ ἀπέχει τῆς Ἀμβρακίας ἑκατὸν ὀγδοήκοντα σταδίους. §21.30.13ἐκεῖ δὲ συμμιξάντων αὐτῷ τῶν περὶ τὸν Δαμοτέλην καὶ διασαφούντων ὅτι δέδοκται τοῖς Αἰτωλοῖς βεβαιοῦν τὰς διʼ ἑαυτῶν γεγενημένας ὁμολογίας, διεχωρίσθησαν, Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρκος δʼ εἰς τὴν Ἀμβρακίαν. §21.30.14κἀκεῖσε παραγενόμενος οὗτος μὲν ἐγίνετο περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κεφαλληνίαν, §21.30.15οἱ δʼ Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ Νίκανδρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς εἰρήνης· §21.30.16ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προειρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων.
同盟国に対する信義を守りつつ。一方、マルクスはアイトリア人との間で、次の条件で講和を結ぶことに合意した。すなわち、エウボイア規格のタラントン二百個を即座に受け取り、三百個を六年かけて、毎年五十個ずつ支払うこと。また、彼らの手元にあるローマ人の捕虜および脱走兵の全員を、身代金なしで六ヶ月以内に返還すること。また、ルキウス・コルネリウスが渡海した後にローマ人に占領されたか、あるいはローマ人と友好関係を結んだ都市については、いかなる都市も同盟内に留めてはならず、今後も新たに加えてはならないこと。そして、ケファレニア人全員をこの条約の対象から除外すること。こうして、当時、講和に関する要綱が概略的に作成された。しかし、これらに対しては、まずアイトリア人が同意せねばならず、その後にローマ側への報告がなされる必要があった。そこで、アテネ人とロドス人はアイトリア人の決定を待ちながらその場に留まり、ダモテレスとその一行は戻って、合意された事項についてアイトリア人に詳しく説明した。彼らは全体としてこれに満足した。というのも、すべてが彼らの予想を超えていたからである。ただ、以前に自分たちの同盟に属していた都市についてはしばらく思い悩んだものの、最終的には提案された内容に同意した。マルクスはアンブラキアを受け取ると、アイトリア人を条約に基づいて撤退させ、都市から彫像、青銅像、絵画を搬出したが、アンブラキアがピュロスの王宮であったために、その数は非常に多かった。また、彼には百五十タラントンの価値がある冠も贈られた。これらのことを処理すると、彼はアイトリアの内陸部へと進軍したが、アイトリア人から何の音沙汰もないことを不審に思っていた。彼は、アンフィロキアのアルゴスと呼ばれる場所に到着して陣を張ったが、そこはアンブラキアから百八十スタディオン離れた場所であった。そこで、ダモテレスとその一行が彼と合流し、アイトリア人が自分たちを通じてなされた合意事項を承認することを決定したと説明すると、両者は別れ、アイトリア人は自国へ、マルクスはアンブラキアへと戻った。そこへ到着すると、彼は軍勢をケファレニアへと渡らせる仕事に取りかかった。一方、アイトリア人はパイネアスとニカンドロスを使節に選出し、平和条約のためにローマへと派遣した。というのも、ローマの民会の承認が得られない限り、前述の条項はどれも決して最終的な効力を持たなかったからである。