§12.13.1ὅτι Τίμαιός φησι Δημοχάρην ἡταιρηκέναι μὲν τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δʼ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾶν, ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτηδεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος καὶ τῶν ἄλλων ἀναισχυντογράφων·
ティマイオスは、デモカレスが体の上の部分で売春行為を行い、神聖な火を吹きかけるに値しない不浄な者であり、その行いにおいてボトリュスの覚書やピライニスのそれ、および他の破廉恥な作家たちのそれを凌駕している、と言っているとのことである。
§12.13.2ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλʼ οὐδὲ τῶν ἀπὸ τέγους ἀπὸ τοῦ σώματος εἰργασμένων οὐδείς.
このような悪口や当てこすりは、教育を受けた男性なら誰一人として口にしないだろうばかりか、売春宿で体を使って稼いでいる者の誰一人として口にしないだろう。
§12.13.3ὁ δʼ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ὅλην ἀναισχυντίαν, καὶ προσκατέψευσται τἀνδρός, κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον.
しかし彼(ティマイオス)は、自分の下品な言動と全体の破廉恥さにおいて信頼できるように見えるために、その男についてさらに嘘をでっち上げ、名もないある喜劇作家を証人として引き合いにだした。
§12.13.4πόθεν δʼ ἐγὼ καταστοχάζομαι τοῦτο;
では、私はどうしてこのように推測するのか。
πρῶτον μὲν ἐκ τοῦ καὶ πεφυκέναι καὶ τεθράφθαι καλῶς Δημοχάρην, ἀδελφιδοῦν ὄντα Δημοσθένους,
第一に、デモステネスの甥であるデモカレスが、生まれも育ちも立派であったこと。
§12.13.5δεύτερον ἐκ τοῦ μὴ μόνον στρατηγίας αὐτὸν ἠξιῶσθαι παρʼ Ἀθηναίοις, ἀλλὰ καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν ἂν αὐτῷ συνεξέδραμε τοιαύταις ἀτυχίαις παλαίοντι.
第二に、彼がアテナイ人たちの間で将軍職に値するとされただけでなく、他の名誉にも値するとされたことであり、もし彼がそのような醜聞と闘っていたとしたら、これらの名誉はどれ一つとして彼に伴わなかったであろう。
§12.13.6διὸ καὶ δοκεῖ μοι Τίμαιος οὐχ οὕτως Δημοχάρους κατηγορεῖν ὡς Ἀθηναίων, εἰ τοιοῦτον ἄνδρα προῆγον καὶ τοιούτῳ τὴν πατρίδα καὶ τοὺς ἰδίους βίους ἐνεχείριζον.
それゆえ、私にはティマイオスがデモカレスを非難しているというよりは、むしろアテナイ人たちを非難しているように思われる。 もし彼らがそのような男を重用し、そのような者に祖国と自分たちの生活を委ねていたのだとすれば。
§12.13.7ἀλλʼ οὐκ ἔστι τούτων οὐδέν.
しかし、これらは何一つ真実ではない。
οὐ γὰρ ἂν Ἀρχέδικος ὁ κωμῳδιογράφος ἔλεγε ταῦτα μόνος περὶ Δημοχάρους,
なぜなら、もしそう(真実)なら、喜劇作家アルケディコスだけがデモカレスについてこのようなことを言ったはずがないからである、ティマイオスが言うように。
§12.13.8ὡς Τίμαιός φησιν, ἀλλὰ πολλοὶ μὲν ἂν τῶν Ἀντιπάτρου φίλων, καθʼ οὗ πεπαρρησίασται πολλὰ καὶ δυνάμενα λυπεῖν οὐ μόνον αὐτὸν Ἀντίπατρον, ἀλλὰ καὶ τοὺς ἐκείνου διαδόχους καὶ φίλους γεγονότας, πολλοὶ δὲ τῶν ἀντιπεπολιτευμένων, ὧν ἦν καὶ Δημήτριος ὁ Φαληρεύς.
むしろ、アンティパトロスの友人の多くが言ったはずである。 そのアンティパトロスに対して、彼(デモカレス)は、アンティパトロス自身だけでなくその跡を継ぐ者たちや友人となった者たちをも傷つけるような多くの率直な発言をしていたのである。 また、政敵の多くも言ったはずであり、その中にはファレロンのデメトリオスもいた。
§12.13.9οὗ ʼκεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς ἱστορίαις, φάσκων αὐτὸν γεγονέναι τοιοῦτον προστάτην τῆς πατρίδος καὶ ἐπὶ τούτοις σεμνύνεσθαι κατὰ τὴν πολιτείαν, ἐφʼ οἷς ἂν καὶ τελώνης σεμνυνθείη βάναυσος.
彼(デモカレス)は歴史の中でこのデメトリオスに対して尋常ではない非難を浴びせており、彼(デメトリオス)がそのような祖国の指導者であり、卑俗な徴税人ですら自慢するようなことで、国政において自慢している、と主張している。
§12.13.10ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτελῶς πωλεῖσθαι κατὰ τὴν πόλιν καὶ δαψιλῆ τὰ πρὸς τὸν βίον ὑπάρχειν πᾶσιν, ἐπὶ τούτοις φησὶ μεγαλαυχεῖν αὐτόν·
なぜなら、市中で多くのものが安く売られ、生活必需品がすべての人に豊富にあること、こうしたことについて彼(デメトリオス)が自慢していると、彼(デモカレス)は言っているからである。
§12.13.11καὶ διότι κοχλίας αὐτομάτως βαδίζων προηγεῖτο τῆς πομπῆς αὐτῷ, σίαλον ἀναπτύων, σὺν δὲ τούτοις ὄνοι διεπέμποντο διὰ τοῦ θεάτρου, διότι δὴ πάντων τῶν τῆς Ἑλλάδος καλῶν ἡ πατρὶς παρακεχωρηκυῖα τοῖς ἄλλοις ἐποίει Κασσάνδρῳ τὸ προσταττόμενον, ἐπὶ τούτοις αὐτὸν οὐκ αἰσχύνεσθαί φησιν.
また、自動で動くカタツムリが、粘液を吐き出しながら彼の行列を先導したこと、さらにはロバたちが劇場を通り抜けて送られたこと、そして祖国がギリシアのあらゆる栄光を他者に譲り渡し、カッサンドロスの命じるままに動いていたことについて、彼(デメトリオス)が恥じていないと、彼(デモカレス)は言っている。
§12.13.12ἀλλʼ ὅμως οὔτε Δημήτριος οὔτʼ ἄλλος οὐδεὶς εἰρή
しかしそれにもかかわらず、デメトリオスも他の誰も言わ...