§13ᾧ μὲν τρόπῳ παρεδόθην καὶ ἐζημιώθην, ἐπίστασθε·
どのような方法で私が引き渡され、罰金を科されたかは、あなた方もご存じの通りです。
δεῖ δʼ ὑμᾶς μὴ μόνον τοῦ ἐγκλήματος τὴν αἰτίαν ἀλλὰ καὶ τῆς ἔχθρας τὴν πρόφασιν εἰδέναι.
しかし、あなた方は告訴の原因だけでなく、私怨のきっかけをも知る必要があります。
Σωστράτῳ γὰρ φίλος ἐγενόμην πρότερον μὲν τῆς τούτων ἔχθρας, εἰδὼς δὲ περὶ τὴν πόλιν ἄξιον λόγου γεγενημένον.
というのも、私は彼らの敵意が生じるより前にソストラトスの友となり、彼がこの街で重要な人物であることを知っていたからです。
§14γνώριμος δὲ γενόμενος διὰ τῆς ἐκείνου δυναστείας οὔτʼ ἐχθρὸν ἐτιμωρησάμην οὔτε φίλον ηὐεργέτησα·
そして、彼の権勢を通じて名を知られるようになったものの、私は敵に報復することも、友に恩恵を施すこともしませんでした。
ζῶντος μὲν γὰρ ἀνάγκῃ διὰ τὴν ἡλικίαν ἐσχόλαζον, ἐκλιπόντος δὲ τὸν βίον οὔτε λόγῳ οὔτε ἔργῳ ἔβλαψα οὐδένα τῶν κατηγορούντων, ἔχω δὲ καὶ τοιαῦτα εἰπεῖν, ἐξ ὧν ὠφελοίμην ἂν πολὺ δικαιότερον ὑπὸ τῶν ἀντιδίκων ἢ κακῶς πάσχοιμι.
というのも、彼が生きている間、私は年齢のためにやむを得ず活動を控えており、彼が亡くなった後も、言葉によっても行動によっても、告発者たちの誰一人として害さなかったからです。 さらに私は、訴訟相手たちから不当な扱いを受けるよりも、むしろ彼らから恩恵を受けるのがはるかに正当であると言えるような事柄も挙げることができます。
§15τὴν μὲν οὖν ὀργὴν διὰ τὰ προειρημένα συνεστήσαντο, προφάσεως οὐδεμιᾶς πρὸς ἔχθραν ὑπαρχούσης.
彼らは先述の理由から憤りを募らせたのであり、敵意を抱くべき客観的な理由は一切存在しませんでした。
ὀμόσαντες μὲν οὖν τοὺς ἀστρατεύτους καταλέξειν παρέβησαν τοὺς ὅρκους, προὔθεσαν δὲ τῷ πλήθει βουλεύσασθαι περὶ τοῦ σώματος,
そして彼らは、兵役に従事していない者たちを登録すると誓ったにもかかわらず、その誓いを破り、私の身の振り方について民衆に諮ることを提案したのです。
§16ζημιώσαντες μὲν ὡς τὴν ἀρχὴν λοιδοροῦντα, κατολιγωρήσαντες δὲ τοῦ δικαίου, βιαζόμενοι βλάπτειν ἐξ ἅπαντος λόγου·
私が役人を侮辱したとして罰金を科し、正義を軽んじ、あらゆる手段を尽くして強引に害を与えようとしました。
πᾶν δʼ ἂν ἔπραξαν μέλλοντες μεγάλα μὲν ἐμὲ βλάψειν, πολλὰ δʼ ἑαυτοὺς ὠφελήσειν, οἵτινες οὐδετέρου τούτων ὑπάρχοντος πάντα περὶ ἐλάττονος ποιοῦνται τοῦ ἀδικεῖν.
もし彼らが私に大きな損害を与え、自分たちに多大な利益をもたらす見込みがあったなら、どんなことでもしたでしょう。 実際、彼らはそのどちらの条件も満たさないにもかかわらず、不正を働くことに比べれば他のすべてのことは些細なことと考えているのです。
§17ἀλλὰ γὰρ οἳ κατεφρόνησαν τοῦ ὑμετέρου πλήθους, οὐδὲ φοβηθῆναι τοὺς θεοὺς ἠξίωσαν, ἀλλʼ οὕτως ὀλιγώρως καὶ παρανόμως προσηνέχθησαν, ὥστε ἀπολογήσασθαι μὲν περὶ τῶν πεπραγμένων οὐδʼ ἐπεχείρησαν, τὸ δὲ τελευταῖον, νομίζοντες οὐχ ἱκανῶς με τετιμωρῆσθαι, τὸ πέρας ἐκ τῆς πόλεως ἐξήλασαν.
しかし、あなた方民衆を軽蔑した彼らは、神々を恐れることさえせず、極めて軽率かつ不法に振る舞ったため、自らの行いについて言い訳をしようとさえしませんでした。 そして最後には、私への処罰がまだ不十分であると考え、ついには私をこの街から追い出したのです。
§18διατεθέντες δὲ οὕτω παρανόμως καὶ βιαίως ἐπικρύψασθαι τὴν ἀδικίαν περὶ οὐδενὸς ἐποιήσαντο, παραγαγόντες δὲ πάλιν περὶ τῶν αὐτῶν ἠδικηκότα με οὐδὲν ἐπιδεικνύουσι καὶ λοιδοροῦσι, τοῖς μὲν ἐμοῖς ἐπιτηδεύμασιν οὐ προσηκούσας διαβολὰς ἐπιφέροντες, τοῖς δʼ αὑτῶν τρόποις τὰς οἰκείας καὶ συνήθεις.
このように不法かつ暴力的な態度をとりながら、彼らは自らの不正を隠そうともせず、再び同じ事柄で私を法廷に引きずり出し、私が何ら不法なことをしていないことを示す一方で、私を侮辱しています。 私自身の身持ちに対しては不当な中傷を浴びせ、彼ら自身の品性に対しては、自らにふさわしく使い慣れた中傷を投げつけているのです。
§19οἵδε μὲν οὖν ἐκ παντὸς τρόπου προθυμοῦνταί με τῇ δίκῃ ἁλῶναι·
このように、彼らはあらゆる手段を使って私を有罪にしようと躍起になっています。
ὑμεῖς δὲ μήτε ταῖς τούτων διαβολαῖς ἐπαρθέντες ἐμοῦ καταψηφίσησθε, μήτε τοὺς βέλτιον καὶ δικαίως βουλευσαμένους ἀκύρους καταστήσητε.
しかしあなた方は、彼らの中傷に動かされて私に有罪の投票をしたり、より善く、かつ正当に判断した人々の決定を無効にしたりしないでください。
οἵδε μὲν γὰρ ἅπαντα καὶ κατὰ τοὺς νόμους καὶ κατὰ τὸ εἰκὸς ἔπραξαν, καὶ ἠδικηκότες μὲν οὐδὲν φαίνονται, λόγον δὲ πλεῖστον τοῦ δικαίου ποιησάμενοι.
なぜなら、彼らは法律と道理に完全に従ってすべてのことを行い、何ら不正をしていないことが明らかであり、正義を最も重視したからです。
§20τούτων μὲν οὖν ἀδικούντων μετρίως ἠγανάκτουν, ἡγούμενος τετάχθαι τοὺς μὲν ἐχθροὺς κακῶς ποιεῖν, τοὺς δὲ φίλους εὖ·
彼らが不正を行うことに対しては、私はある程度怒りを覚えるにとどまりました。 敵を害し、友に益することは当然の決まりであると考えていたからです。
παρʼ ὑμῶν δὲ τοῦ δικαίου στερηθεὶς πολὺ ἂν μᾶλλον λυπηθείην.
しかし、あなた方から正義を奪われるならば、私ははるかに深く嘆くことになるでしょう。
διʼ ἔχθραν μὲν γὰρ οὐ δόξω κακῶς πεπονθέναι, διὰ κακίαν δὲ τῆς πόλεως.
なぜなら、私が不当な目に遭ったのは私怨によるのではなく、国家の不正によるのだと思われるようになるからです。
§21λόγῳ μὲν οὖν περὶ τῆς ἀπογραφῆς ἀγωνίζομαι, ἔργῳ δὲ περὶ πολιτείας.
言葉の上では私は登録を巡って争っていますが、事実の上では市民権を巡って争っているのです。
τυχὼν μὲν γὰρ τῶν δικαίων (πιστεύω δὲ τῇ ὑμετέρα γνώμῃ) μείναιμι ἂν ἐν τῇ πόλει·
正当な扱いを受けられれば(私はあなた方の良識を信じていますが)、私はこの街に留まることができるでしょう。
παραχθεὶς δὲ ὑπὸ τῶνδε εἰ ἀδίκως ἁλοίην, ἀποδραίην ἄν.
しかし、彼らに惑わされたあなた方によって私が不当に有罪とされるなら、私は逃れ去るつもりです。
τίνι γὰρ ἐπαρθέντα ἐλπίδι δεῖ με συμπολιτεύεσθαι, ἢ τί με χρὴ διανοηθέντα, εἰδότα μὲν τῶν ἀντιδίκων τὴν προθυμίαν, ἀποροῦντα δʼ ὅθεν χρὴ τῶν δικαίων τινὸς τυχεῖν;
なぜなら、訴訟相手たちの執念を知り、どこで正当な扱いを受けられるかも分からず途方に暮れている私が、一体どのような希望に駆られて共に市民として生きていくべきなのか、あるいは何を考えてそうすべきなのか、私には分からないからです。
§22περὶ πλείστου οὖν ποιησάμενοι τὸ δίκαιον, καὶ ἐνθυμηθέντες ὅτι καὶ ὑπὲρ τῶν περιφανῶν ἀδικημάτων συγγνώμην ποιεῖσθε, τοὺς μηδὲν ἀδικήσαντας διὰ τὰς ἔχθρας μὴ περιίδητε ἀδίκως τοῖς μεγίστοις ἀτυχήμασι περιπεσόντας.
ですから、正義を最も重んじ、明白な非行に対してさえあなた方が寛大さを示すことがあるのを思い起こし、何ら不法なことをしていない者が私怨によって不当に最大の不幸に陥るのを、見過ごさないでください。