§12ὅμως μέντοι ἵνα μὴ ὑπὸ τούτου τοιούτου ὄντος πράγματʼ ἔχοι, δοὺς ἀργύριον ἀπηλλάγη.
しかしながら、(アルキッポスは)そのような者から面倒を被らないようにと、金を渡して身を引いた。
καίτοι ὁπότε οὗτος παρʼ ἑτέρου ἠξίωσε δίκην ἀσεβείας λαβεῖν, ἦ που ἑτέρους γε παρὰ τούτου λαβεῖν δίκαιον καὶ εὐσεβές ἐστιν.
それにしても、この男が他者から不敬罪の処罰を求めることが正当だと考えたのだから、他者がこの男から罰を取ることは実に正当であり、敬虔なことである。
§13ἀλλὰ λέξει δεινὸν εἶναι, εἰ ὁ μὲν μηνυτὴς τὰ ἔσχατα πείσεται, οἱ δὲ μηνυθέντες τῶν αὐτῶν ὑμῖν ἐπίτιμοι ὄντες μεθέξουσι.
しかし彼は、告発者が最悪の運命をたどる一方で、告発された者たちが諸君と同じように市民権を保って生活を共有するのは理不尽なことだ、と言うだろう。
καίτοι οὐχ ὑπὲρ αὑτοῦ ἀπολογήσεται, ἀλλὰ καὶ τῶν ἄλλων κατηγορήσει.
しかしながら、彼は自己のために弁明するのではなく、他者をも告発するだろう。
τοὺς μὲν οὖν ἄλλους οἱ ἐπιτάξαντες καταδέξασθαι ἀδικοῦσι καὶ τοῦ αὐτοῦ ἀσεβήματος αἴτιοί εἰσιν·
したがって、彼ら(他の告発された者たち)を帰国させるよう命令した者たちは不正を行っており、同一の不敬罪の責任を負っている。
εἰ δʼ ὑμεῖς αὐτοκράτορες ὄντες αὐτοί ἐστε οἱ ἀφελόντες τὰς τιμωρίας τῶν θεῶν, ἀλλʼ οὐχ οὗτοι αἴτιοι ἔσονται.
だが、もし全権を握る諸君自身が神々の罰を取り去る者となるならば、彼らではなく諸君がその責任を負うことになる。
ὑμεῖς οὖν μὴ βούλεσθε εἰς ὑμᾶς τὴν αἰτίαν ταύτην περιτρέψαι, ἐξὸν τὸν ἀδικοῦντα κολάσασιν ἀπηλλάχθαι.
それゆえ諸君は、この非難を自分たちに転嫁することを望んではならない。 不正を行う者を罰して自らは非を免れることができるのだから。
§14ἔπειτα δʼ ἐκεῖνοι μὲν ἀρνοῦνται τὰ μεμηνυμένα, οὗτος δὲ ὁμολογεῖ ποιῆσαι.
そのうえ、彼らは告発された内容を否定しているが、この男は自ら行ったことを認めている。
καίτοι καὶ ἐν Ἀρείῳ πάγῳ, ἐν τῷ σεμνοτάτῳ καὶ δικαιοτάτῳ δικαστηρίῳ, ὁμολογῶν μὲν ἀδικεῖν ἀποθνῄσκει, ἐὰν δὲ ἀμφισβητῇ, ἐλέγχεται, καὶ πολλοὶ οὐδὲν ἔδοξαν ἀδικεῖν.
しかるに、最も厳かで最も公正な裁判所であるアレイオス・パゴスにおいてさえ、不正を認める者は死刑に処され、異議を唱える者は審理され、多くの者が不正を行っていないと判断されてきた。
οὔκουν ὁμοίαν χρὴ γνώμην ἔχειν περί τε τῶν ἀρνουμένων καὶ περὶ τῶν ὁμολογούντων.
それゆえ、否定する者たちと認める者たちに対して同じ判断を持つべきではない。
§15δεινὸν δέ μοι δοκεῖ εἶναι·
そして、私には恐るべきことと思われる。
ἐὰν μέν τις ἀνδρὸς σῶμα τρώσῃ, κεφαλὴν ἢ πρόσωπον ἢ χεῖρας ἢ πόδας, οὗτος μὲν κατὰ τοὺς νόμους τοὺς ἐξ Ἀρείου πάγου φεύξεται τὴν τοῦ ἀδικηθέντος πόλιν, καὶ ἐὰν κατίῃ, ἐνδειχθεὶς θανάτῳ ζημιωθήσεται·
もし誰かが人の身体、すなわち頭や顔、手や足を傷つけたならば、その者はアレイオス・パゴスの法律に従って、被害者の都市から追放され、もし戻ってくるならば、告発されて死刑に処される。
ἐὰν δέ τις τὰ αὐτὰ ταῦτα ἀδικήσῃ τὰ ἀγάλματα τῶν θεῶν, οὐδʼ αὐτῶν κωλύσετε τῶν ἱερῶν ἐπιβαίνειν ἢ εἰσιόντα οὐ τιμωρήσεσθε;
しかし、もし誰かが神々の像に対してこれと全く同じ不正を行うならば、諸君は彼が神殿そのものに立ち入ることさえ禁じないのか、あるいは立ち入る彼を罰しないのか。
καὶ μὲν δὴ τούτων καὶ δίκαιον καὶ ἀγαθόν ἐστιν ἐπιμελεῖσθαι, ὑφʼ ὧν καὶ εὖ καὶ κακῶς δυνήσεσθε πάσχειν.
そして実に、それら(神々)に配慮することは正当であり有益である。 神々によって、諸君は幸福も災厄も被りうるのだから。
§16φασὶ δὲ καὶ τῶν Ἑλλήνων πολλοὺς διὰ τὰ ἐνθάδε ἀσεβήματα ἐκ τῶν παρʼ αὐτοῖς ἱερῶν ἐξείργειν.
また、ギリシア人の多くは、ここでの不敬な行いのゆえに、自分たちの神殿から彼を締め出していると言われている。
ὑμεῖς δὲ αὐτοὶ οἱ ἀδικηθέντες περὶ ἐλάττονος ποιεῖσθε τὰ παρʼ ὑμῖν νόμιμα ἢ ἕτεροι τὰ ὑμέτερα.
それなのに、被害者である諸君自身が、他国の人々が諸君の法を重んじるよりも、諸君自身の法を軽んじているのである。
§17τοσοῦτον δʼ οὗτος Διαγόρου τοῦ Μηλίου ἀσεβέστερος γεγένηται·
この男は、メロスのディアゴラスよりもはるかに不敬である。
ἐκεῖνος μὲν γὰρ λόγῳ περὶ τὰ ἀλλότρια ἱερὰ καὶ ἑορτὰς ἠσέβει, οὗτος δὲ ἔργῳ περὶ τὰ ἐν τῇ αὑτοῦ πόλει.
なぜなら、あの男は他国の神殿や祭礼に対して言葉で不敬を働いたが、この男は自らの都市にあるものに対して行動で不敬を働いたからである。
ὀργίζεσθαι οὖν χρή, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἀστοῖς ἀδικοῦσι μᾶλλον ἢ τοῖς ξένοις περὶ ταῦτα τὰ ἱερά·
それゆえ、アテナイの皆さん、これら神聖なものに関して不正を行う者に対しては、外国人よりもむしろ市民に対して怒るべきである。
τὸ μὲν γὰρ ὥσπερ ἀλλότριόν ἐστιν ἁμάρτημα, τὸ δʼ οἰκεῖον.
なぜなら、前者は他人の過ちのようなものであり、後者は身内の過ちだからである。
§18καὶ μὴ οὓς μὲν ἔχετε ἀδικοῦντας ἀφίετε, τοὺς δὲ φεύγοντας ζητεῖτε συλλαμβάνειν, ἐπικηρύττοντες τάλαντον ἀργυρίου δώσειν τῷ ἀπάγοντι ἢ ἀποκτείναντι.
そして、手元にいる不正な者たちを放免する一方で、逃亡している者たちを捕らえようとして、連行するかあるいは殺害した者に一タラントンの銀を与えるという布告を出したりしてはならない。
εἰ δὲ μή, δόξετε τοῖς Ἕλλησι κομπάζειν μᾶλλον ἢ τιμωρεῖσθαι βούλεσθαι.
さもなければ、諸君はギリシア人に対して、罰することを望んでいるのではなく、虚勢を張っているのだと思われるだろう。
§19ἐπεδείξατο δὲ καὶ τοῖς Ἕλλησιν ὅτι θεοὺς οὐ νομίζει.
また、彼はギリシア人たちに対しても、自分が神々を信じていないことを示した。
οὐ γὰρ ὡς δεδιὼς τὰ πεποιημένα, ἀλλʼ ὡς θαρρῶν, ναυκληρίᾳ ἐπιθέμενος τὴν θάλατταν ἔπλει.
というのも、なしたことを恐れているかのようにではなく、自信に満ちているかのように、彼は船主となって海を航海したからである。
ὁ δὲ θεὸς ὑπῆγεν αὐτόν, ἵνα ἀφικόμενος εἰς τὰ ἁμαρτήματα ἐπὶ τῇ ἐμῇ προφάσει δοίη δίκην.
しかし神は、彼が罪を犯した場所に到着し、私の訴訟をきっかけとして罰を受けるようにと、彼をいざなったのである。
§20ἐλπίζω μὲν οὖν αὐτὸν καὶ δώσειν δίκην, θαυμάσιον δὲ οὐδὲν ἄν μοι γένοιτο, οὔτε γὰρ ὁ θεὸς παραχρῆμα κολάζει·
それゆえ、彼が罰せられることを私は予期しているが、それが遅れたとしても不思議なことではない。 神は即座に処罰するわけではないからである。
πολλαχόθεν δὲ ἔχω τεκμαιρόμενος εἰκάζειν, ὁρῶν καὶ ἑτέρους ἠσεβηκότας χρόνω δεδωκότας δίκην, καὶ τοὺς ἐξ ἐκείνων διὰ τὰ τῶν προγόνων ἁμαρτήματα·
私は多くの証拠から推測することができる。 他の不敬を働いた者たちも、やがて時が経ってから罰を受けたこと、また、その子孫たちも先祖の罪のために罰せられたことを見ているからである。
ἐν δὲ τούτω τῷ χρόνῳ δέῃ πολλὰ καὶ κινδύνους ὁ θεὸς ἐπιπέμπει τοῖς ἀδικοῦσιν, ὥστε πολλοὺς ἤδη ἐπιθυμῆσαι τελευτήσαντας τῶν κακῶν ἀπηλλάχθαι.
そして、この期間に、神は不正を行う者たちに多くの恐怖や危険を送り、そのためすでに多くの者が、死んで災厄から逃れたいと望むほどになるのである。
ὁ δὲ θεὸς τέλος τούτῳ λυμηνάμενος τῷ βίῳ θάνατον ἐπέθηκε.
そして神は、最後にそのような人生を痛めつけた上で、死を課すのである。
§21σκέψασθε δὲ καὶ αὐτοῦ Ἀνδοκίδου τὸν βίον, ἀφʼ οὗ ἠσέβηκε, καὶ εἴ τις τοιοῦτος ἕτερός ἐστιν.
不敬を働いて以来のアンドキデス自身の生涯と、他にそのような者がいるかどうかを検討してみよ。
Ἀνδοκίδης γὰρ ἐπειδὴ ἥμαρτεν, ἐξ ἐπιβολῆς εἰσαχθεὶς εἰς τὸ δικαστήριον, ἔδησεν ἑαυτὸν τιμησάμενος δεσμοῦ, εἰ μὴ παραδοίη τὸν ἀκόλουθον· εὖ δʼ ἤδει οὐ δυνησόμενος παραδοῦναι,
なぜなら、アンドキデスは罪を犯したとき、強制措置によって法廷に連れて行かれ、もし従者を引き渡さなければ投獄されるという刑を自ら申し出て縛られたからである。 しかし、自分が引き渡すことができないであろうことを彼はよく知っていた。