§3.15.1πρὸς δὲ τῷ Πλατανιστᾷ καὶ Κυνίσκας ἐστὶν ἡρῷον, θυγατρὸς Ἀρχιδάμου βασιλεύοντος Σπαρτιατῶν·
プラタニスタスの傍らには、スパルタ人の王であったアルキダモスの娘キュニスカの英雄廟もある。
πρώτη δὲ ἱπποτρόφησε γυναικῶν καὶ Ὀλυμπίασι πρώτη νίκην ἀνείλετο ἅρματι.
彼女は女性の中で最初に馬を飼育し、オリンピアで最初に戦車によって勝利を収めた。
ἔστι δὲ τῆς στοᾶς, ἣ παρὰ τὸν Πλατανιστᾶν πεποίηται, ταύτης ὄπισθεν ἡρῷα, τὸ μὲν Ἀλκίμου, τὸ δὲ Ἐναρσφόρου καὶ ἀφεστηκὸς οὐ πολὺ Δορκέως, τὸ δὲ ἐπὶ τούτῳ Σεβροῦ·
プラタニスタスの傍らに作られている柱廊の背後にはいくつかの英雄廟があり、一つはアルキモスのもの、一つはエナルスポロスのもの、またドルケウスのそれからあまり離れていないところにあり、これに続くものはセブロスのそれである。
παῖδας δὲ Ἱπποκόωντος εἶναι λέγουσιν.
人々は彼らをヒッポコオンの子らであると言っている。
§3.15.2ἀπὸ δὲ τοῦ Δορκέως κρήνην τὴν πλησίον τοῦ ἡρῴου Δορκείαν, τὸ δὲ χωρίον τὸ Σέβριον καλοῦσιν ἀπὸ τοῦ Σεβροῦ.
ドルケウスにちなんでその英雄廟の近くの泉をドルケイアと呼び、セブロスにちなんでその場所をセブリオンと呼んでいる。
τοῦ Σεβρίου δέ ἐστιν ἐν δεξιᾷ μνῆμα Ἀλκμᾶνος, ᾧ ποιήσαντι ᾄσματα οὐδὲν ἐς ἡδονὴν αὐτῶν ἐλυμήνατο τῶν Λακώνων ἡ γλῶσσα, ἥκιστα παρεχομένη τὸ εὔφωνον.
セブリオンの右側にはアルクマンの記念碑があり、彼が歌曲を作るに当たって、ラコニア人の言葉はその快さを何ら損なわなかった。 ラコニア人の言葉は最も響きの美しさに欠けるものであるが。
§3.15.3Ἑλένης δὲ ἱερὰ καὶ Ἡρακλέους, τῆς μὲν πλησίον τοῦ τάφου τοῦ Ἀλκμᾶνος, τῷ δὲ ἐγγυτάτω τοῦ τείχους, ἐν αὐτῷ δὲ ἄγαλμα Ἡρακλέους ἐστὶν ὡπλισμένον·
ヘレネとヘラクレスの聖所があり、前者はアルクマンの墓の近くに、後者は壁に極めて近いところにある。 その中には武装したヘラクレスの像がある。
τὸ δὲ σχῆμα τοῦ ἀγάλματος διὰ τὴν πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας μάχην γενέσθαι λέγουσι.
この像の姿については、ヒッポコオンおよびその子らとの戦いのためにそうなったのだと人々は言っている。
τὸ δὲ ἔχθος Ἡρακλεῖ φασιν ἐς οἶκον ὑπάρξαι τὸν Ἱπποκόωντος, ὅτι μετὰ τὸν Ἰφίτου θάνατον καθαρσίων ἕνεκα ἐλθόντα αὐτὸν ἐν Σπάρτῃ ἀπηξίωσαν καθῆραι·
ヘラクレスにとってヒッポコオンの家に対する敵意が生じたのは、イピトスの死の後、彼が浄めを求めてスパルタに来たとき、彼を浄めることを拒んだからであると言われている。
§3.15.4προσεγένετο δὲ ἐς τοῦ πολέμου τὴν ἀρχὴν καὶ ἄλλο τοιόνδε.
さらに、戦争の発端には次のような別の出来事も加わった。
Οἰωνὸς ἡλικίαν μὲν μειράκιον, ἀνεψιὸς δὲ Ἡρακλεῖ—Λικυμνίου γὰρ παῖς ἦν τοῦ ἀδελφοῦ τοῦ Ἀλκμήνης—ἀφίκετο ἐς Σπάρτην ἅμα Ἡρακλεῖ·
年齢は若者であり、ヘラクレスのいとこであったオイオノス(アルクメネの兄弟リキュムニオスの子であったから)が、ヘラクレスとともにスパルタにやって来た。
περιιόντι δὲ καὶ θεωμένῳ τὴν πόλιν, ὡς ἐγίνετο κατὰ τοῦ Ἱπποκόωντος τὴν οἰκίαν, ἐνταῦθά οἱ κύων ἐπεφέρετο οἰκουρός.
彼が歩き回り街を見物していると、ヒッポコオンの家の近くに来たときに、そこで番犬が彼に襲いかかった。
ὁ δὲ τυγχάνει τε ἀφεὶς λίθον ὁ Οἰωνὸς καὶ καταβάλλει τὴν κύνα·
オイオノスはたまたま石を投げてその犬を打ち倒した。
ἐπεκθέουσιν οὖν τοῦ Ἱπποκόωντος οἱ παῖδες καὶ ῥοπάλοις τύπτοντες κατεργάζονται τὸν Οἰωνόν.
すると、ヒッポコオンの子らが飛び出してきて、棍棒で叩いてオイオノスを殺してしまった。
§3.15.5τοῦτο Ἡρακλέα μάλιστα ἐξηγρίωσεν ἐς Ἱπποκόωντα καὶ τοὺς παῖδας·
このことがヘラクレスをヒッポコオンとその子らに対して最も激怒させた。
αὐτίκα δὲ ὡς ὀργῆς εἶχε χωρεῖ σφισιν ἐς μάχην.
そして彼は怒りに燃えたまま、すぐに彼らとの戦いに赴いた。
τότε μὲν δὴ τιτρώσκεται καὶ λαθὼν ἀπεχώρησεν·
その時は彼は傷を負い、密かに撤退した。
ὕστερον δὲ ἐξεγένετό οἱ στρατεύσαντι ἐς Σπάρτην τιμωρήσασθαι μὲν Ἱπποκόωντα, τιμωρήσασθαι δὲ καὶ τοὺς παῖδας τοῦ Οἰωνοῦ φόνου.
しかし後に、彼はスパルタに遠征して、ヒッポコオンに復讐し、またその子らにもオイオノスの殺害に対する復讐を果たすことができた。
τὸ δὲ μνῆμα τῷ Οἰωνῷ πεποίηται παρὰ τὸ Ἡρακλεῖον.
オイオノスの記念碑はヘラクレスの聖所の傍らに作られている。
§3.15.6ἰόντι δὲ ἐκ τοῦ Δρόμου πρὸς ἀνίσχοντα ἥλιον ἀτραπός ἐστιν ἐν δεξιᾷ καὶ Ἀθηνᾶς Ἀξιοποίνου καλουμένης ἱερόν.
ドロモスから東へ行く者にとって、右手に小道があり、アクシオポイノスと呼ばれるアテナの聖所がある。
ὡς γὰρ δὴ ἀμυνόμενος Ἡρακλῆς Ἱπποκόωντα καὶ τοὺς παῖδας μετῆλθε κατʼ ἀξίαν ὧν προυπῆρξεν, ἱερὸν Ἀθηνᾶς ἱδρύεται, Ἀξιοποίνου δὲ ἐπίκλησιν, ὅτι τὰς τιμωρίας οἱ παλαιοὶ τῶν ἀνθρώπων ὠνόμαζον ποινάς.
というのも、ヘラクレスが身を守り、ヒッポコオンとその子らが先に行ったことに対して値するだけの復讐を与えたとき、アテナの聖所を建立し、それにアクシオポイノスという別名を与えたからである。 昔の人々は復讐のことをポイナイと呼んでいたからである。
ἔστι δὲ καὶ ἄλλο ἱερὸν Ἀθηνᾶς ἰόντι ἑτέραν ὁδὸν ἀπὸ τοῦ Δρόμου·
ドロモスから別の道を行く者にとって、別のアテナの聖所がある。
Θήραν δὲ ἀναθεῖναι τὸν Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου φασίν, ἡνίκα ἀποικίαν ἔστελλεν ἐπὶ τὴν νῆσον ἣ νῦν ἀπὸ Θήρα τούτου τὸ ὄνομα ἔσχηκε, τὸ δὲ ἀρχαῖον ἐκαλεῖτο Καλλίστη.
人々は、ティサメノス(テルサンドロスの子)の子アウテシオンの子であるテラスが、現在は彼にちなんでテラという名前を持っているが古代にはカッリステと呼ばれていた島へ植民団を率いて行ったときに、これを奉納したと言っている。