§1.1.1τῆς ἠπείρου τῆς Ἑλληνικῆς κατὰ νήσους τὰς Κυκλάδας καὶ πέλαγος τὸ Αἰγαῖον ἄκρα Σούνιον πρόκειται γῆς τῆς Ἀττικῆς·
从希腊大陆,属于阿提卡土地的苏尼翁角向着基克拉泽斯群岛和爱琴海延伸。
καὶ λιμήν τε παραπλεύσαντι τὴν ἄκραν ἐστὶ καὶ ναὸς Ἀθηνᾶς Σουνιάδος ἐπὶ κορυφῇ τῆς ἄκρας.
对于绕过该海角的航行者来说,不仅有一个港口,而且在海角的顶峰上建有苏尼翁的雅典娜神庙。
πλέοντι δὲ ἐς τὸ πρόσω Λαύριόν τέ ἐστιν, ἔνθα ποτὲ Ἀθηναίοις ἦν ἀργύρου μέταλλα, καὶ νῆσος ἔρημος οὐ μεγάλη Πατρόκλου καλουμένη· τεῖχος γὰρ ᾠκοδομήσατο ἐν αὐτῇ καὶ χάρακα ἐβάλετο Πάτροκλος, ὃς τριήρεσιν ὑπέπλει ναύαρχος Αἰγυπτίαις, ἃς Πτολεμαῖος ὁ Πτολεμαίου τοῦ Λάγου τιμωρεῖν ἔστειλεν Ἀθηναίοις, ὅτε σφίσιν Ἀντίγονος ὁ Δημητρίου στρατιᾷ τε αὐτὸς ἐσβεβληκὼς ἔφθειρε τὴν χώραν καὶ ναυσὶν ἅμα ἐκ θαλάσσης κατεῖργεν.
再往前航行,有劳里翁,那里曾是雅典人的银矿,还有一座被称为帕特罗克洛斯的小型荒岛;因为帕特罗克洛斯在这座岛上修筑了城墙并设立了防线,他作为指挥官率领着埃及的三段式战船航行,这些战船是拉戈斯之子托勒密之子托勒密派来援助雅典人的,当时德米特里之子安提柯亲自率军入侵,蹂躏他们的土地,并同时从海上用船只实施封锁。
§1.1.2ὁ δὲ Πειραιεὺς δῆμος μὲν ἦν ἐκ παλαιοῦ, πρότερον δὲ πρὶν ἢ Θεμιστοκλῆς Ἀθηναίοις ἦρξεν ἐπίνειον οὐκ ἦν·
比雷埃夫斯自古以来就是一个德莫(区),但在地米斯托克利担任雅典人的执政官之前,它还不是一个港口。
Φαληρὸν δέ—ταύτῃ γὰρ ἐλάχιστον ἀπέχει τῆς πόλεως ἡ θάλασσα—, τοῦτό σφισιν ἐπίνειον ἦν, καὶ Μενεσθέα φασὶν αὐτόθεν ταῖς ναυσὶν ἐς Τροίαν ἀναχθῆναι καὶ τούτου πρότερον Θησέα δώσοντα Μίνῳ δίκας τῆς Ἀνδρόγεω τελευτῆς.
而法勒隆——因为这里是大海距离城市最近的地方——曾是他们的港口,据说梅涅斯修斯就是从那里率领船只启航前往特洛伊,在此之前,忒修斯也曾从那里出发,向米诺斯偿付因安德洛革俄斯之死而受的惩罚。
Θεμιστοκλῆς δὲ ὡς ἦρξε—τοῖς τε γὰρ πλέουσιν ἐπιτηδειότερος ὁ Πειραιεὺς ἐφαίνετό οἱ προκεῖσθαι καὶ λιμένας τρεῖς ἀνθʼ ἑνὸς ἔχειν τοῦ Φαληροῖ—τοῦτό σφισιν ἐπίνειον εἶναι κατεσκευάσατο·
地米斯托克利一旦担任执政官,由于比雷埃夫斯在航海者看来位置更为优越,且拥有三个港口而非只有法勒隆的一个,他就将此地建设为他们的港口。
καὶ νεὼς καὶ ἐς ἐμὲ ἦσαν οἶκοι καὶ πρὸς τῷ μεγίστῳ λιμένι τάφος Θεμιστοκλέους.
直到我的时代,那里仍有船坞,在最大的港口旁还有地米斯托克利的坟墓。
φασὶ γὰρ μεταμελῆσαι τῶν ἐς Θεμιστοκλέα Ἀθηναίοις καὶ ὡς οἱ προσήκοντες τὰ ὀστᾶ κομίσαιεν ἐκ Μαγνησίας ἀνελόντες·
因为据说雅典人对针对地米斯托克利所做的事感到后悔,其亲属便将他的遗骨从马格内西亚掘出并运回。
φαίνονται δὲ οἱ παῖδες οἱ Θεμιστοκλέους καὶ κατελθόντες καὶ γραφὴν ἐς τὸν Παρθενῶνα ἀναθέντες, ἐν ᾗ Θεμιστοκλῆς ἐστι γεγραμμένος.
显而易见,地米斯托克利的孩子们不仅重返故土,还在帕特农神庙中供奉了一幅画作,画中描绘了地米斯托克利。
§1.1.3θέας δὲ ἄξιον τῶν ἐν Πειραιεῖ μάλιστα Ἀθηνᾶς ἐστι καὶ Διὸς τέμενος· χαλκοῦ μὲν ἀμφότερα τὰ ἀγάλματα, ἔχει δὲ ὁ μὲν σκῆπτρον καὶ Νίκην, ἡ δὲ Ἀθηνᾶ δόρυ.
在比雷埃夫斯最值得参观的是雅典娜和宙斯的圣域;两尊雕像都是青铜铸造的,宙斯手持权杖和尼刻(胜利女神),雅典娜则手持长矛。
ἐνταῦθα Λεωσθένην, ὃς Ἀθηναίοις καὶ τοῖς πᾶσιν Ἕλλησιν ἡγούμενος Μακεδόνας ἔν τε Βοιωτοῖς ἐκράτησε μάχῃ καὶ αὖθις ἔξω Θερμοπυλῶν καὶ βιασάμενος ἐς Λάμιαν κατέκλεισε τὴν ἀπαντικρὺ τῆς Οἴτης, τοῦτον τὸν Λεωσθένην καὶ τοὺς παῖδας ἔγραψεν Ἀρκεσίλαος.
在这里,阿尔克西拉乌斯绘制了列奥斯塞内斯和他的孩子们——这位列奥斯塞内斯率领雅典人和全体希腊人,在玻俄提亚的战斗中击败了马其顿人,随后又在温泉关外再次获胜,并在逼迫之下将他们围困在奥伊特山对面的拉米亚。
ἔστι δὲ τῆς στοᾶς τῆς μακρᾶς, ἔνθα καθέστηκεν ἀγορὰ τοῖς ἐπὶ θαλάσσης—καὶ γὰρ τοῖς ἀπωτέρω τοῦ λιμένος ἐστὶν ἑτέρα—, τῆς δὲ ἐπὶ θαλάσσης στοᾶς ὄπισθεν ἑστᾶσι Ζεὺς καὶ Δῆμος, Λεωχάρους ἔργον.
在临海人们设立市场的长柱廊后面——因为在远离港口的地方还有另一个市场——在这座临海柱廊的后方立着宙斯和德莫斯(人民)的雕像,是列奥哈雷斯的杰作。
πρὸς δὲ τῇ θαλάσσῃ Κόνων ᾠκοδόμησεν Ἀφροδίτης ἱερόν, τριήρεις Λακεδαιμονίων κατεργασάμενος περὶ Κνίδον τὴν ἐν τῇ Καρικῇ χερρονήσῳ.
在海边,柯侬在卡里亚半岛的克尼多斯附近击败斯巴达的三段式战船后,建造了阿佛洛狄忒的神庙。
Κνίδιοι γὰρ τιμῶσιν Ἀφροδίτην μάλιστα, καί σφισιν ἔστιν ἱερὰ τῆς θεοῦ· τὸ μὲν γὰρ ἀρχαιότατον Δωρίτιδος, μετὰ δὲ τὸ Ἀκραίας, νεώτατον δὲ ἣν Κνιδίαν οἱ πολλοί, Κνίδιοι δὲ αὐτοὶ καλοῦσιν Εὔπλοιαν.
因为克尼多斯人特别崇拜阿佛洛狄忒,并建有该女神的圣所;最古老的一座是多里蒂斯,其后是阿克赖亚,最新的一座则被大多数人称为克尼多斯女神,而克尼多斯人自己称其为欧普洛亚(航海安全女神)。
§1.1.4ἔστι δὲ καὶ ἄλλος Ἀθηναίοις ὁ μὲν ἐπὶ Μουνυχίᾳ λιμὴν καὶ Μουνυχίας ναὸς Ἀρτέμιδος, ὁ δὲ ἐπὶ Φαληρῷ, καθὰ καὶ πρότερον εἴρηταί μοι, καὶ πρὸς αὐτῷ Δήμητρος ἱερόν.
雅典人还有其他的港口,一个是位于慕尼基亚的港口及慕尼基亚的阿耳忒弥斯神庙,另一个是位于法勒隆的港口(正如我此前所言),且在其旁建有得墨忒耳的神庙。
ἐνταῦθα καὶ Σκιράδος Ἀθηνᾶς ναός ἐστι καὶ Διὸς ἀπωτέρω, βωμοὶ δὲ θεῶν τε ὀνομαζομένων Ἀγνώστων καὶ ἡρώων καὶ παίδων τῶν Θησέως καὶ Φαληροῦ· τοῦτον γὰρ τὸν Φαληρὸν Ἀθηναῖοι πλεῦσαι μετὰ Ἰάσονός φασιν ἐς Κόλχους.
在这里,还有斯喀拉丝雅典娜的神庙,以及稍远处的宙斯神庙,还有被称为“未知神明”的神祇祭坛、英雄祭坛,以及忒修斯之子和法勒罗斯的祭坛;雅典人说,这位法勒罗斯曾与伊阿宋一起航行到科尔基斯。
ἔστι δὲ καὶ Ἀνδρόγεω βωμὸς τοῦ Μίνω, καλεῖται δὲ Ἥρωος· Ἀνδρόγεω δὲ ὄντα ἴσασιν οἷς ἐστιν ἐπιμελὲς τὰ ἐγχώρια σαφέστερον ἄλλων ἐπίστασθαι.
此外还有米诺斯之子安德洛革俄斯的祭坛,它被称为英雄祭坛;而那些留心于比他人更清楚地了解当地传说的人,则知道它属于安德洛革俄斯。
§1.1.5ἀπέχει δὲ σταδίους εἴκοσιν ἄκρα Κωλιάς· ἐς ταύτην φθαρέντος τοῦ ναυτικοῦ τοῦ Μήδων κατήνεγκεν ὁ κλύδων τὰ ναυάγια.
相距二十斯塔迪翁的是科利亚斯角;当波斯人的舰队毁灭时,波涛将残骸冲到了这里。
Κωλιάδος δέ ἐστιν ἐνταῦθα Ἀφροδίτης ἄγαλμα καὶ Γενετυλλίδες ὀνομαζόμεναι θεαί· δοκῶ δὲ καὶ Φωκαεῦσι τοῖς ἐν Ἰωνίᾳ θεάς, ἃς καλοῦσι Γενναΐδας, εἶναι ταῖς ἐπὶ Κωλιάδι τὰς αὐτάς.
这里有科利亚斯阿佛洛狄忒的雕像和被称为赫涅特里德斯的女神们;我认为伊奥尼亚的福卡伊亚人所称的赫奈德斯女神,与科利亚斯的这些女神是相同的。
—ἔστι δὲ κατὰ τὴν ὁδὸν τὴν ἐς Ἀθήνας ἐκ Φαληροῦ ναὸς Ἥρας οὔτε θύρας ἔχων οὔτε ὄροφον· Μαρδόνιόν φασιν αὐτὸν ἐμπρῆσαι τὸν Γωβρύου.
——在从法勒隆到雅典的路上,有一座既无门也无屋顶的赫拉神庙;据说戈布里亚斯之子马多尼乌斯曾放火烧毁了它。
τὸ δὲ ἄγαλμα τὸ νῦν δή, καθὰ λέγουσιν, Ἀλκαμένους ἐστὶν ἔργον· οὐκ ἂν τοῦτό γε ὁ Μῆδος εἴη λελωβημένος.
现在的雕像正如人们所说,是阿尔卡梅内斯的杰作;这尊雕像,波斯人绝不可能将其损毁。