§246βασιλεῦσι συγχαίρειν τε καὶ συνεύχεσθαι, μακαρίζειν δʼ αὑτοὺς τοῦ χρόνου, καὶ πρὸς τῷ μακαρίζειν ἀπολαύειν τῆς ἀρχῆς τὰ γιγνόμενα.
皇帝たちと共に喜び、共に祈り、この時代における自分たちの幸運を祝福し、その祝福に加えて、支配から生じる恩恵を享受することがふさわしい。
καλοὶ μὲν γὰρ καὶ οἱ τῶν οἰκοδομημάτων οὗτοι κόσμοι καὶ θαυμαστῶς πιθανοὶ τοῖς πλήθεσιν, ἀλλʼ ἐκεῖνο ἤδη τέλειον καὶ θεοῦ τινος ὡς ἀληθῶς δωρεὰ, ὅταν ἀμφότεροι συνᾴδωσιν οἱ κόσμοι, οἵ τε ἐν ταῖς ψυχαῖς καὶ οἱ τῶν οἰκοδομημάτων.
というのも、建造物のこれらの装飾も美しく、大衆にとって驚くほど魅力的であるが、魂における装飾と建造物の装飾という、両方の装飾が互いに調和するとき、それこそが真に完全であり、ある神の真の贈り物だからである。
ὥσπερ γὰρ ἐν τούτοις τὰς ἁρμονίας ἐπαινοῦμεν καὶ τὸ σώζειν ἕκαστα τὴν γιγνομένην τάξιν πρὸς ἄλληλα, οὕτω καὶ ζῆν εἰς κάλλος τοῦτʼ εἶναι χρὴ δοκεῖν, ὅταν ἁρμονία καὶ τάξις διὰ πάντων κρατῇ.
というのも、これらにおいて我々が調和を称え、個々の部分が互いに対して調和のとれた秩序を保っていることを称えるように、調和と秩序がすべてを支配するときには、美を極めて生きることもまさにこのようなものであるとみなされるべきだからである。
οὗτος ὁ τῶν πόλεων ὡς ἀληθῶς κόσμος οἰκεῖος, οὗτος καὶ ἄνδρα ἰδίᾳ καὶ πόλιν σώζει, τοῦτον οὐδὲν δεῖ πρίασθαι χρημάτων δαπάνης οὐδὲ χρόνων τριβῆς οὐδʼ ὑπηρετῶν, οὐδὲ μηχανήματα ἱστάντας πραγματεύεσθαι, ἀλλʼ αὐτόν τινα ἕκαστον ἑαυτὸν δεῖ πεῖσαι προελέσθαι τὰ βελτίω.
これこそが都市にとっての真に固有の装飾であり、個人をも都市をも救うものである。 これを獲得するためには、いかなる金銭の支出も時間の浪費も従僕も必要なく、機械を据え付けて骨を折る必要もない。 むしろ、各人が自分自身に、より善きものを選択するよう説得せねばならないのである。
καὶ μὴ θαυμάσητε εἰ μηδὲν ἔχων ἐπιτιμᾶν εἶτα παραινεῖν ἀξιῶ, μηδὲ τῶν ἐπʼ αἰτίᾳ παριόντων μόνον τὴν παραίνεσιν εἶναι νομίσητε.
そして、私が非難すべき点を何一つ持たないにもかかわらず、そのうえで勧告することを望んでいるからといって、驚かないでほしい。 また、勧告というものが、咎めがあって前に進み出る者たちだけのものだと思わないでほしい。
ἀλλʼ ἐστὶ καὶ τοῖς ἐπαινοῦσι προσήκουσα·
むしろ、称賛する者たちにとってもふさわしいものである。
δῆλον δὲ ἐκ τοῦ παλαιοῦ τοῦ περὶ τῶν δρομέων θρυλουμένου λόγου.
そのことは、走者たちに関して古くから言い古されている話から明らかである。
οὐδεὶς γὰρ ὡς ἔπος εἰπεῖν προτρέπει τοὺς ὑστάτους αὐτῶν οὐδὲ τοὺς ὅλως ἀπολειπομένους, ἀλλʼ οὓς ἂν ἐγγὺς ὄντας τῆς νίκης ὁρᾷ.
というのも、いわば誰も彼らのうち最後尾の者や、完全に遅れてしまっている者を励ますことはなく、むしろ勝利の近くにいると見える者を励ますからである。
οἶμαι δὲ καὶ τοὺς στρατηγοὺς τοὺς παρακλητικοὺς τῶν λόγων οὐ πρὸς τούτους ἀναλίσκειν τῶν στρατιωτῶν οἷς ἂν ταυτὸν ᾖ πολλά τε καὶ μηδὲν εἰπεῖν, ἀλλʼ οἷς ἂν εἰς δέον μέλλῃ μάλιστα γίγνεσθαι.
また、将軍たちも、その激励の言葉を、多くのことを語っても何も語らなくても同じであるような兵士たちに対して費やすのではなく、その言葉が最も必要となるときに最も効果を発揮するであろう兵士たちに対して費やすのだと、私は思う。
ὣς δὲ καὶ ἡμεῖς νῦν οὐδὲν ποικίλον οὐδὲ σοφὸν λέγομεν πρὸς ὑμᾶς, ἀλλὰ σχεδὸν ταῦθʼ ἃ ποιεῖτε καὶ ἐν οἷς τέτραφθε, ταῦτα δʼ ἐστὶν ἀρχόντων αἰδὼς, νόμων τιμὴ, ταὐτὰ φρονεῖν, ἀεὶ μὲν δή ποτε εὐδοκιμοῦν πρᾶγμα, τοῖς δὲ παροῦσι καιροῖς καὶ σφόδρα συμβαῖνον.
それと同じように、我々も今、あなたがたに対して、複雑なことや知恵ぶったことを語っているのではなく、あなたがたがすでに行っていること、没頭していることについて、ほぼ語っているのである。 そしてこれらとは、支配者への敬意、法の尊重、同じ志を持つことであり、これらは常に定評のある事柄であるが、現在の状況においては極めてよく合致しているものである。
νῦν χρὴ πάσας τὰς πόλεις ἀδελφὰς ἀλλήλαις ὑπολαμβάνειν, νῦν στάσεις μὲν καὶ ταραχὰς καὶ
今や、すべての都市を互いに姉妹であるとみなべきであり、今や、党派争いや混乱、反目、そして無駄な事柄についての器の小さいこだわりを取り除くべきである。
§247φιλονεικίας καὶ τὸ μικρολογεῖσθαι περὶ τῶν ματαίων ἐκποδὼν ἀνελεῖν, νομίσαντας θηρίων εἶναι νοσήματα ταῦτα κἀκείνοις αὐτὰ παρεῖναι δεῖν, εἰρήνην δὲ ἀληθινὴν καὶ φιλίαν ἄδολον καὶ δικαιοσύνην καὶ τὴν διὰ πάντων εἰ οἷόν τε κοινωνίαν μέγιστον κερδῶν ὑπολαβεῖν, ἐν μὲν ταῖς ἐπιμιξίαις ταῖς παρʼ ἀλλήλους τοῦτο δὴ τὸ πάλαι λεχθὲν ἐπισταμένους, ξένους εἶναι, ἐν δὲ ταῖς τῶν ξένων ὑποδοχαῖς ἐλάττω τῆς ἐξουσίας ποιοῦντας, εἰδότας ἔστιν οὗ καὶ ἧτταν νίκης εὐσχημονεστέραν οὖσαν καὶ πλείονος ἀξίαν.
それらは野獣の病であり、野獣たちにこそそれらの病が存在すべきであると考えて。 そして、真の平和、偽りのない友愛、正義、そして可能であればすべてのものを通じた協調を、最大の利益とみなすべきである。 互いの往来においては、あの昔から言われていること、すなわち客人であることをわきまえ、客人を迎え入れる際には、自己の権力を控えめにし、時には敗北のほうが勝利よりも品位があり、価値があるということをわきまえながら。
ταῦτα γὰρ ἐξ ἀρχῆς τὰ κράτιστα καὶ τοῖς παροῦσι καιροῖς προσήκοντα καὶ παρʼ αὑτῶν εὐθὺς οἴκοθεν τὴν ὠφέλειαν ἔχοντα καὶ πρὸς τὴν παρὰ τῶν βασιλέων τιμὴν θαυμαστὸν ὅσον διαφέροντα.
なぜなら、これらは最初から最も優れており、現在の状況に適合しており、それら自体から直接に利益をもたらし、かつ皇帝たちからの栄誉に対しても驚くほど大きく貢献するからである。
ὡς οὐκ ἔστιν ὅπως ἂν μᾶλλον αὐτοῖς χαρίζοισθε ἢ οὕτως δρῶντες, ἢ ὅπως ἂν μᾶλλον παρʼ αὐτῶν ὑμῖν ἃ βούλεσθε γίγνοιτο ἢ εἰ παρέχοιτε ὑμᾶς αὐτοὺς ὁποίους ἂν ἐκεῖνοι μάλιστα βούλοιντο.
なぜなら、このように行動すること以上にあなたがたが彼らを喜ばせる方法はなく、また、彼らが最も望むような姿にあなたがた自身を保つこと以上に、彼らからあなたがたの望むものが得られる方法はないからである。
σχεδὸν δὲ, ὥσπερ ἔφην, οὐδὲν ἀλλοῖον ὧν ποιεῖτε παρῄνεσα, ἀλλʼ ὥσπερ τὸν νεὼν ἐπῄνεσα βλέψας εἰς αὐτὸν καὶ οὐδὲν οἴκοθεν εὑρὼν, οὕτω καὶ νῦν ἴδιον μὲν οὐδὲν οὔτε εὕρηκα οὔτʼ εἴρηκα, ἃ δὲ ὁρῶ ποιοῦντας, ταῦτʼ ἐπῄνεσα καὶ ταῦτʼ ἀγαθοῦ χάριν τοῦ συμβόλου, ὅπως μηδὲν ἐλλείποι τῷ λόγῳ τῶν προσηκόντων παρεῖναι.
そして、ほぼ、私が言ったように、あなたがたの行っていることと異なるものを私は勧告したのではなく、神殿を見つめてそれを称賛し、自分の中から何かを見出したのではないのと同様に、今もまた、私独自のものは何一つ見出してもいないし語ってもいない。 ただ、あなたがたが行っているのを見るその事柄を称賛したのであり、それは、好ましい象徴のために、また、ふさわしい事柄のうち語るべきものがこの言論に何一つ欠けることのないようにするためである。
τοσαῦτα καὶ ἡμεῖς ὑμῖν εἰς τὴν πανήγυριν ὡς ἐκ τοῦ παραχρῆμα συμβαλλόμεθα, καὶ ἴσως μετρίως ἔχει.
これだけのことを、我々もあなたがたの祝祭のために、即席のものとして寄与するのであり、おそらくはこれで十分であろう。