§35πολιτείας κληρονόμους.
国制の相続人とした。
ὧν οἱ μὲν τὴν Πελοπόννησον ἐκόσμησαν μένοντες, οἱ δʼ Ἰταλίαν καὶ Σικελίαν εἰς τοσοῦτον σχήματος προὐβίβασαν.
彼らのうち、ある者たちは留まってペロポネソスを飾り、他の者たちはイタリアとシケリアをこれほど高い地位へと高めた。
ἕτεροι δὲ εἰς τὴν Ἀσίαν περαιωθέντες τὰς ταύτῃ πόλεις Δωριέων ᾤκισάν τε καὶ διῴκησαν.
また別の者たちはアジアへと渡り、その地域のドリス人の諸都市を創建し、かつ統治した。
ἔοικε δὲ καὶ ἡ τῶν Λακεδαιμονίων πόλις εἰκών τις Ἡρακλέους γενέσθαι, ὡς μικρὸν μεγάλῳ εἰκάσαι·
また、ラケダイモン人の都市も、小さなものを大きなものに譬えるなら、ヘラクラスの一つの似姿となったように思われる。
καὶ μάλα γε εἰκότως.
そしてそれは実に当然のことである。
οἱ γὰρ Λεωνίδαι καὶ οἱ Λεωτυχίδαι καὶ Ἀρχίδαμοι καὶ Ἀγησίλαοι καὶ Ἄγιδες καὶ πρὸ τούτων ὁ τοὺς νόμους θεὶς αὐτοῖς Λυκοῦργος, πάντες οὗτοι τῆς Ἡρακλέους εἰσὶν ἀπορροῆς, οἳ ἐκείνους εἴθισαν ὀλίγους μὲν ὄντας ἀντὶ πολλῶν εἶναι, προΐστασθαι δὲ τῶν ἐν χρείᾳ πάντων ἀμισθὶ, στρατηγὸν δὲ Σπαρτιάτην πλέον ποιεῖν ἢ στράτευμα ἑτέρων.
なぜなら、レオニダスたち、レオテュキデスたち、アルキダモスたち、アゲシラオスたち、アギスたち、そして彼らに先立って彼らに法律を定めたリュクルゴス、これらすべての者はヘラクラスの流れを汲む者たちであり、彼らは彼らを、少数でありながら多数に匹敵するよう、また必要を抱えるすべての人々の前に無償で立って彼らを守るよう、そして一人のスパルタ人将軍を他国の人々の軍勢以上に強力なものとするよう習慣づけたからである。
οὕτω καὶ διʼ αὑτοῦ καὶ διὰ τῶν ἐκγόνων ἀρετῆς ὡσπερεὶ πηγὰς τοῖς Ἕλλησιν ἐμηχανήσατο, καὶ τοῖς μὲν ἀσκεῖν τὰ κάλλιστα, τοῖς δὲ ἔχειν ὑφʼ ὧν σωθήσονται παρεσκεύασεν.
このように、彼自身を通じても、またその子孫の徳を通じても、彼はギリシア人たちにいわば源泉を用意し、ある人々には最も美しいことを修練させ、他の人々には自らを救ってくれる者たちを持たせるように手配したのである。
οὐ τοίνυν ἐπὶ πράξεσι μόνον καὶ ἀγῶσιν ἔχοι τις ἂν Ἡρακλέους μνημονεύειν, ἀλλὰ κἀν ταῖς εὐθυμίαις τοῦ βίου πολλοῦ τινος ἄξιος.
したがって、偉業や闘いにおいてのみヘラクラスを思い起こすことができるのではなく、人生の喜びにおいても彼は大いに価値がある。
δηλοῖ δὲ τῶν ἀγαλμάτων αὐτοῦ τὰ πίνοντα.
そのことは、彼の彫像のうち酒を飲んでいる姿のものが示している。
μοῖραν δʼ ἔλαχε θαυμαστὴν παρὰ πάντων θεῶν, ὅν γε δὴ Ζεὺς μὲν εἰς φῶς ἤγαγεν, Ἀθηνᾶ δὲ παραλαβοῦσα ἐπετρόπευσε καὶ τοὺς ἄθλους ἐξηγεῖτο, Ἀφροδίτη δὲ καὶ Διόνυσος ἠσπάζοντο καὶ τὰς ἀναπαύσεις τῶν πόνων ἀξίως ἐδωροῦντο.
また、彼はすべての神々から驚くべき分け前を得た。 彼を、ゼウスは光の中へ導き入れ、アテナは引き受けて保護し、その数々の試練を指導し、アプロディテとディオニュソスは歓迎して、その苦労の休息をそれにふさわしく贈った。
Ἥρας δὲ κηδεία καὶ Ἥβης γάμος ἀρχαῖα λέγειν.
ヘラとの親族関係やヘベとの結婚は、古くから語られていることである。
τοσοῦτον γὰρ, ὡς ἔοικεν, αὐτῷ τὸ τῆς ῥώμης ἀπεδόθη ὥστε πάντων θεῶν ἀκμήτων ὄντων διʼ αἰῶνος, διαφερόντως Ἡρακλῆς δοκεῖ τὴν ἥβην ἔχειν.
というのも、彼には強さが非常に豊かに与えられたように思われるので、すべての神々が永遠に老いることがないにもかかわらず、ヘラクラスはとりわけ若さを保持していると見なされているからである。
ἀλλὰ μὴν Ἑρμοῦ γε καὶ Ἡρακλέους ἔστι νῦν ἀγάλματα κοινά·
さらに、今ではヘルメスとヘラクラスの共同の彫像がある。
πρὸς τοσοῦτον ἥκουσι τῆς ἑταιρίας.
彼らはそれほどまでに深い友情に達しているのだ。
ἴδοις δʼ ἂν καὶ ἐν ὄρεσι μέσοις Ἡρακλέα παρὰ μητρὶ θεῶν καὶ ἐν ἄστεσι καὶ πάλιν αὖ σὺν Διοσκούροις.
また、山々のただ中で、神々の母の傍らにいるヘラクラスを見ることもでき、都市の中、そしてまた、ディオスクロイとともにいる彼を見ることもできる。
λουτρῶν τε τὰ ἥδιστα Ἡράκλεια ἐπωνυμίαν ἔχοντά ἐστι· χωρὶς δὲ πηγαὶ ποταμίων ὑδάτων ἐπώνυμοι καὶ αὐταὶ τοῦ θεοῦ.
また、最も心地よい浴場は「ヘラクラスの」という名を帯びており、それとは別に、河川の水の源泉も、それら自体がこの神の名を冠している。
τοσαύτην παρὰ ταῖς Νύμφαις §36εἴληχε τὴν προεδρίαν.
彼はニンフたちの間でこれほど大きな上座を得ているのだ。
εἰ δʼ ὀρθὴ δόξα τοῦ Θασίου ξένου ἤτοι Μακεδόνος γε, ὃς ἔφη ποτὲ παιᾶνα δόξαι ᾁδειν ὑπʼ ἐμοῦ πεποιημένον, εἶναι δʼ αὐτῷ τοῦτο ἐπᾳδόμενον, ἰὴ Παιὰν Ἥρακλες Ἀσκληπιὲ, εἰ ταῦτʼ ἀληθῆ καὶ κύρια, καλὸν ἄν τι χρῆμα καὶ τοῦτο συζυγίας πεφηνὸς, ὁ καλλίνικος ἅμα τῷ σωτῆρι.
そして、もしタソス人の異邦人、あるいはマケドニア人の考えが正しいとすれば、彼はかつて、私が作ったペアンを歌っている夢を見たと言い、そしてそれが彼に対して、「いぇ、パイアンよ、ヘラクラスよ、アスクレピオスよ」と歌い掛けられていたというのであるが、もしこれらのことが真実であり、かつ確実であるなら、これもまた、美しき勝利者が救済者とともに現れた、麗しい結びつきというものであろう。
οὕτω καὶ ἐν πόνοις καὶ ἐν θυμηδίαις καὶ ἐν θεραπείαις σώματος καὶ πανταχοῦ καιρὸν ἔχων ἐστὶν ὁ θεός.
このように、労苦においても、喜びにおいても、身体の治療においても、そしていたるところで、この神は時宜を得た助けとして存在している。
ἅπασι μὲν οὖν ἀνθρώποις ἐν μνήμῃ καὶ τιμαῖς Ἡρακλῆς, ἐμοὶ δέ τι καὶ φιλίας ἴδιον πρὸς αὐτόν ἐστιν, ἔκ τινος φωνῆς θείας γενομένης.
したがって、すべての人々にとってヘラクラスは記憶と名誉の中にあり、私にとっては、彼に対する個人的な友情のようなものもある。 それは、かつて生じた、ある神聖な声からきている。
ἐδόκει δὲ ἥκειν ἐκ τοῦ μητρῴου.
その声は、母なる神の神殿から来ているように思われた。
παρεκελεύετο δὲ ἀνέχεσθαι τὰ συμπίπτοντα, ἐπειδή γε καὶ Ἡρακλῆς Διὸς παῖς ὢν ἠνέσχετο.
そして、私に降りかかる出来事に耐えるよう勧めていた、ヘラクラスもまたゼウスの子でありながら耐え忍んだのだから、と。
οὗτός σοι, ὦ φίλε Ἡράκλεις, ὁ παρʼ ἡμῶν λόγος ἀντʼ ἄλλου μέλους ᾐσμένος κατὰ τὴν τοῦ ἐνυπνίου δόξαν, ἣν ἐδόκουν Ἡρακλέους ἔπαινον λέγειν ἐν προθύροις Ἀπόλλωνος.
親愛なるヘラクラスよ、夢の現れに従って、他の歌の代わりに語られた私たちからのこの言論が、あなたに捧げられる。 その夢の中で、私はアポロンの門前でヘラクラスの賛辞を述べているように思われたのであった。