§2.10.1Πικρὸς δὲ γίνεται καρπός, ὅτε ἡ θερμότης καὶ ἡ ὑγρότης οὐκ εἰσὶ πλήρεις ἐν τῇ πέψει.
果実が苦くなるのは、熱と水分が熟成において不十分なときである。
Ἡ ψυχρότης γὰρ καὶ ἡ ξηρότης ἐμποδίζουσι τὴν τελείωσιν, καὶ οὕτω στρέφεται εἰς πικρίαν ὁ καρπός.
なぜなら、冷気と乾燥が完成を妨げ、このようにして果実は苦みへと転じるからである。
Τούτου σημεῖον ὅτι τὸ πικρὸν εἰς πῦρ ἐμβληθὲν γλυκὺ γίνεται.
このことの証拠は、苦いものが火に投げ入れられると甘くなることである。
Δένδρα δὲ ὅσα γεννῶνται ἐν ὕδατι ὀξώδει, ποιοῦσι καρπὸν γλυκύν, διότι τὸ ὀξῶδες ἕλκει μετὰ θερμότητος τοῦ ἡλίου, ὅπερ ἐστὶ τῆς ἰδίας ποιότητος.
一方、酸性の水の中で生育する樹木は、甘い果実を結ぶ。 なぜなら、その酸味のある性質が、太陽の熱とともに、自身の独自の性質のものを引き寄せるからである。
§2.10.2Καὶ τοῦτο ψυχρότης ἐστὶ καὶ ξηρότης·
そして、これは冷気と乾燥である。
κἀντεῦθεν ἀπομένουσιν ὑγρότητές τινες ὀλίγαι ἔνδον γλυκεῖαι.
それゆえ、内部には甘いいくらかのわずかな水分が残る。
Θερμαίνεταί τε καὶ ἡ κοιλία τοῦ δένδρου, ὅταν προσμείνῃ ἐς αὐτὴν ὁ ἥλιος, καὶ οὕτως γένεται ὁ χυμὸς τοῦ καρποῦ στύφος ὀλίγον.
また、太陽が樹木に留まるとき、樹木の内部も温められ、このようにして果実の液汁はわずかに渋くなる。
Καὶ ὅσον πλέον πεπεμμένος γένηται, διαλύεται κατὰ μικρὸν τὸ ὀξῶδες, ἔστ’ ἂν καταναλωθείη καὶ φανῇ ἡ γλυκύτης.
そして、熟成が進めば進むほど、酸味は少しずつ分解され、ついに消費し尽くされて甘みが現れる。
§2.10.3Ἔσται τοίνυν ὁ καρπὸς γλυκύς, τὰ δὲ φύλλα αὐτοῦ καὶ οἱ ἀκρέμονες ξηροί.
したがって、果実は甘くなり、その葉と梢は乾燥する。
Ὅταν δὲ τελειωθῇ ἡ πεπειρότης, ἐπὶ πλέον γίνεται ὁ καρπὸς πικρός.
しかし、成熟が極限に達すると、果実はさらに苦くなる。
Τοῦτο δέ ἐστι διὰ τὴν περισσὴν θερμότητα μετὰ βραχείας ὑγρότητος.
これは、わずかな水分に伴う過剰な熱のためである。
Καταναλίσκεται γὰρ ἡ ὑγρότης, ποιεῖ τε ὁ καρπὸς τὴν θερμότητα ἀναβαίνειν, καὶ ἐστὶ τότε ὁ καρπὸς πικρός.
なぜなら、水分は消費し尽くされ、果実は熱を上昇させ、そのとき果実は苦いのである。
Γίνονται δὲ καὶ §2.10.4οἱ πυρῆνες πυραμοειδεῖς διὰ τὴν ἐφέλκυσιν τοῦ θερμοῦ καὶ τὴν περιττὴν ψυχρότητα καὶ ὑγρότητα τὴν ἐντὸς κειμένην, ἅ εἰσιν ἐκ γέγους τοῦ ὀξώδους ὕδατος.
また、種がピラミッド型になるのは、熱の引き込みと、内部に存在する過剰な冷気および水分のせいであり、それらは酸性の水と同類である。
Μένει γὰρ τὸ ὑγρὸν ἐν μέσῳ καὶ καταπυκνοῦται καὶ ἰσχναίνει τὰ ἄκρα.
なぜなら、水分は中間に留まって濃縮し、その先端を細くするからである。
§2.10.5Τὰ δένδρα δὲ τὰ ὄντα ἐν γῇ εὐκράτῳ ἐπισπεύδουσι τὴν πεπειρότητα πρὸ τῶν χειμερινῶν ἡμερῶν, ὅτι ἡ θερμότης ὅταν πλησίον τῆς εὐκρασίας, γένηται δὲ καὶ ἡ ὑγρότης φανερὰ καὶ ὁ ἀὴρ καθαρός, καὶ οὐ δεῖται ὁ καρπὸς πολλῆς ὑγρότητός τε καὶ πέψεως, σπεύδει τότε ἡ τοῦδε πεπειρότης, καὶ πρόεισι πρὸ ἡμερῶν χειμερινῶν.
適度な気候の土地にある樹木は、冬の日の前に成熟を早める。 なぜなら、熱が適度な状態に近く、水分も目に見えて現れ、空気も澄んでおり、果実が多くの水分や熟成を必要としないとき、その成熟は早まり、冬の日の前に進むからである。
§2.10.6Ἐν πᾶσι γοῦν τοῖς δένδροις, ὅτε πρῶτον φυτευθῶσιν, ἐπικρατεῖ τὸ πικρὸν ἢ τὸ στρυφνόν, ἐπεὶ ἡ ὑγρότης ὅταν ἐν τοῖς ἄκροις γένηται αὐτῶν, πέττει τοὺς τόπους τοὺς ὄντας ἐν τῷ μέσῳ τῶν δένδρων, ἐξ ὦν ἐστὶ καὶ ἡ ὕλη τῶν καρπῶν, προέρχεταί τε ξηρότης καὶ ἐπακολουθεῖ τῇ ὑγρότητι, καὶ οὕτω γίνεται ἡ πρώτη πέψις δριμεῖα ἢ πικρὰ ἢ στρυφνή.
ともかく、すべての樹木において、最初に植えられるとき、苦みまたは渋みが優勢である。 なぜなら、水分がそれらの先端に達するとき、樹木の中間にある場所を熟成させ、そこから果実の素材も生じるのであるが、乾燥が現れて水分に追随し、このようにして最初の熟成は刺激的であるか、苦いか、または渋いものになるからである。
§2.10.7Αἰτία δέ ἐστιν ὅτι μετὰ θερμότητος καὶ ὑγρότητός ἐστι πέψις.
アンドその原因は、熟成が熱と水分を伴うものであるということである。
Ὅταν δὲ ἐπικρατήσῃ ὑγρότης καὶ ξηρότης τοῦ θερμοῦ, ἔστιν ἐξ αὐτοῦ καρπὸς ἐν τῇ ἀρχῇ οὐκ εὔπεπτος, διότι ἡ γέννησις τοῦ καρποῦ ἐν τῇ ἀρχῇ ἐστὶ χωρὶς γλυκύτητος.
しかし、水分と乾燥が熱よりも優勢であるとき、それによって最初はよく熟さない果実が生じる。 なぜなら、最初における果実の発生は甘みを伴わないからである。
Τῶν μυροβαλάνων δὲ δένδρων ἐν τῇ ἀρχῇ, ὅταν φανῶσιν, οἱ καρποί εἰσι γλυκεῖς·
しかし、ミロバランの樹木においては、最初、現れたばかりのとき、その果実は甘い。
κοινῶς δέ εἰσι στρυφνοὶ καὶ ἐν τῇ κράσει αὐτῶν πικροί.
しかし一般的には渋く、それらの混合において苦い。
§2.10.8Αἰτία δέ ἐστιν ὅτι τὸ δένδρον αὐτῶν ἐστὶν ἀραιὸν τοῖς κλάδοις.
その原因は、それらの樹木の枝がまばらであることである。
Ἐν ὥρᾳ δὲ πέψεως, ὅταν ὦσιν οἱ πόροι πλατεῖς, ἕπεται θερμότης τῇ ὑγρότητι, καὶ πεπειροῦνται οἱ καρποί, καὶ ἐστὶν ἐν τῇ ἀρχῇ γλυκεῖς.
アンド、熟成の時期に、通路が広いとき、熱が水分に追随し、果実は成熟し、最初は甘いのである。
Πάλιν ἀκολούθως ἕλκει διὰ τὴν ἀραιότητα τοῦτο τὸ δένδρον πόρους, ἐπικρατεῖ τε ψυχρότης καὶ ξηρότης τοῦ θερμοῦ καὶ ὑγροῦ, κἀντεῦθεν ἀλλοιοῦνται οἱ καρποὶ εἰς στρυφνότητα.
再び、これに続いて、この樹木はそのまばらさのために通路を引き寄せ、冷気と乾燥が熱と水分よりも優勢になり、そこから果実は渋みへと変化する。
§2.10.9Ἐπικρατεῖ πάλιν ὁ ἥλιος μετὰ τῆς θερμότητος διὰ τῆς ἐφελκύσεως τῆς περιττῆς ξηρότητος ἐν τῷ σπέρματι ἐκείνῳ, ὅπερ ἐστὶν ἐν τῇ ἐπιφανείᾳ τῶν δένδρων, νικᾷ τε ἡ ψυχρότης τὴν ξηρότητα, καὶ εἰσὶν οἱ καρποὶ ἰσχυρᾶς στρυφνότητος.
再び、太陽が熱とともに、樹木の表面にあるあの種子の中の過剰な乾燥を引き寄せることによって優勢になり、冷気が乾燥に打ち勝ち、果実は強い渋みを持つ。
Ἐντεῦθεν δὲ πάλιν ἀναβαίνει θερμότης φυσικὴ ἄνω, καὶ βοηθεῖ αὐτῇ ἡ θερμότης τοῦ ἡλίου ἔξωθεν, νικᾷ τε ἡ θερμότης καὶ ἡ ξηρότης, καὶ γίνονται οἱ καρποὶ πικροί.
しかしそこから再び、自然な熱が上方へと上昇し、外部から太陽の熱がそれを助け、熱と乾燥が打ち勝ち、果実は苦くなる。