§1.1πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινὸς ἐφίεσθαι δοκεῖ·
あらゆる技術やあらゆる探究、同様にまた、行為や選択も、何らかの善を目指していると思われる。
διὸ καλῶς ἀπεφήναντο τἀγαθόν, οὗ πάντʼ ἐφίεται.
それゆえ、善とはすべてのものが目指すものであると見事に宣言された。
διαφορὰ δέ τις φαίνεται τῶν τελῶν·
しかし、目的の間にはある種の違いが見られる。
τὰ μὲν γάρ εἰσιν ἐνέργειαι, τὰ δὲ παρʼ αὐτὰς ἔργα τινά.
なぜなら、あるものは活動そのものであり、他のものは活動とは別の何らかの成果だからである。
ὧν δʼ εἰσὶ τέλη τινὰ παρὰ τὰς πράξεις, ἐν τούτοις βελτίω πέφυκε τῶν ἐνεργειῶν τὰ ἔργα.
行為とは別に何らかの目的がある場合には、それらにおいては、活動よりも成果の方が自然とより善いものとなる。
πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν πολλὰ γίνεται καὶ τὰ τέλη·
多くの行為や技術や学問があるため、その目的もまた多くなる。
ἰατρικῆς μὲν γὰρ ὑγίεια, ναυπηγικῆς δὲ πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος.
例えば、医術の目的は健康であり、造船術のそれは船であり、軍事学のそれは勝利であり、家政管理のそれは富である。
ὅσαι δʼ εἰσὶ τῶν τοιούτων ὑπὸ μίαν τινὰ δύναμιν, καθάπερ ὑπὸ τὴν ἱππικὴν χαλινοποιικὴ καὶ ὅσαι ἄλλαι τῶν ἱππικῶν ὀργάνων εἰσίν, αὕτη δὲ καὶ πᾶσα πολεμικὴ πρᾶξις ὑπὸ τὴν στρατηγικήν, κατὰ τὸν αὐτὸν δὴ τρόπον ἄλλαι ὑφʼ ἑτέρας·
しかし、このようなもののうち、ある一つの能力の下にあるもの、例えば、馬術の下にあるハミ作り術や、その他すべての乗馬用具に関する技術、そして馬術自身およびすべての軍事行動が軍事学の下にあるように、まさに同じ方法で、他のものも別のものの下にある。
ἐν ἁπάσαις δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάντων ἐστὶν αἱρετώτερα τῶν ὑπʼ αὐτά·
これらすべてにおいて、主導的な技術の目的は、その下にあるすべてのものの目的よりも望ましい。
τούτων γὰρ χάριν κἀκεῖνα διώκεται.
なぜなら、後者も前者のために追求されるからである。
διαφέρει δʼ οὐδὲν τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη τῶν πράξεων ἢ παρὰ ταύτας ἄλλο τι, καθάπερ ἐπὶ τῶν λεχθεισῶν ἐπιστημῶν.
行為の目的が活動そのものであるか、あるいはそれらとは別の何かであるかは、いま述べた学問の場合のように、何の違いもない。
§1.2εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν ὃ διʼ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα διʼ ἕτερον αἱρούμεθα (πρόεισι γὰρ οὕτω γʼ εἰς ἄπειρον, ὥστʼ εἶναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν), δῆλον ὡς τοῦτʼ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον.
もし、行われうる事柄の目的に、われわれがそれ自体のために望み、他のものはこの目的のために望むようなものがあり、かつわれわれがすべてを他のもののために選択するのでないとすれば(もしそうなら、無限に進んでしまい、その結果、欲求が空しく無駄なものになってしまうからである)、これが善であり、最高善であることは明らかである。
ἆρʼ οὖν καὶ πρὸς τὸν βίον ἡ γνῶσις αὐτοῦ μεγάλην ἔχει ῥοπήν, καὶ καθάπερ τοξόται σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος;
そうであるなら、これについての知識は人生に対しても大きな決定権を持ち、標的を持つ射手のように、われわれもなすべきことに、より的中させやすくなるのではないだろうか。
εἰ δʼ οὕτω, πειρατέον τύπῳ γε περιλαβεῖν αὐτὸ τί ποτʼ ἐστὶ καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων.
もしそうであるなら、それが一体何であり、どのような学問や能力に属するものであるかを、少なくとも概略において把握するよう努めねばならない。
δόξειε δʼ ἂν τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς.
それは、最も主権的で、最も主導的な学問に属すると思われるだろう。
τοιαύτη δʼ ἡ πολιτικὴ φαίνεται·
そして、国家学がそのようなものであるように見える。
τίνας γὰρ εἶναι χρεὼν τῶν ἐπιστημῶν ἐν ταῖς πόλεσι, καὶ ποίας ἑκάστους μανθάνειν καὶ μέχρι τίνος, αὕτη διατάσσει·
なぜなら、諸国家においてどのような学問が存在すべきか、そして市民のそれぞれがどの学問をどこまで学ぶべきかを、この学問が規定するからである。
ὁρῶμεν δὲ καὶ τὰς ἐντιμοτάτας τῶν δυνάμεων ὑπὸ ταύτην οὔσας, οἷον στρατηγικὴν οἰκονομικὴν ῥητορικήν·
また、最も重んじられている能力、例えば軍事学、家政学、弁論術なども、この学問の下にあることを見る。
χρωμένης δὲ ταύτης ταῖς λοιπαῖς τῶν ἐπιστημῶν, ἔτι δὲ νομοθετούσης τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων, ὥστε τοῦτʼ ἂν εἴη τἀνθρώπινον ἀγαθόν.
そして、国家学が残りの諸学問を利用し、さらに何をなすべきか、何を避けるべきかを法律で制定するのであるから、この学問の目的は他の諸学問の目的を内包することになり、したがってこれが人間にとっての善となるだろう。
εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει, μεῖζόν γε καὶ τελειότερον τὸ τῆς πόλεως φαίνεται καὶ λαβεῖν καὶ σῴζειν·
なぜなら、たとえ個人にとっても国家にとっても善が同一であるとしても、国家の善を獲得し維持することの方が、明らかにより大きく、より完全だからである。
ἀγαπητὸν μὲν γὰρ καὶ ἑνὶ μόνῳ, κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν.
一人の人間のためだけでも善は愛されるべきものであるが、民族や国家のために獲得される善は、より美しく、より神聖である。
ἡ μὲν οὖν μέθοδος τούτων ἐφίεται, πολιτική τις οὖσα.
それゆえ、われわれの探究は、ある種の国家学として、これらのことを目指す。
§1.3λέγοιτο δʼ ἂν ἱκανῶς, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη·
もし、提示された対象に即して説明がなされるなら、それで十分な説明がなされたことになるだろう。
τὸ γὰρ ἀκριβὲς οὐχ ὁμοίως ἐν ἅπασι τοῖς λόγοις ἐπιζητητέον, ὥσπερ οὐδʼ ἐν τοῖς δημιουργουμένοις.
なぜなら、手工業などの制作物において精密さが等しく求められないのと同様に、すべての議論においても精密さを等しく求めるべきではないからである。
τὰ δὲ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, πολλὴν ἔχει διαφορὰν καὶ πλάνην, ὥστε δοκεῖν νόμῳ μόνον εἶναι, φύσει δὲ μή.
美しい事柄や正しい事柄は、国家学が考察する対象であるが、それらは多くの相違と不確定性を含んでおり、その結果、それらはただ慣習によってのみ存在し、自然によっては存在しないと思われるほどである。
τοιαύτην δέ τινα πλάνην ἔχει καὶ τἀγαθὰ διὰ τὸ πολλοῖς συμβαίνειν βλάβας ἀπʼ αὐτῶν·
善い事柄もまた、多くの人々にそれらから害が及ぶために、同様の不確定性を持っている。
ἤδη γάρ τινες ἀπώλοντο διὰ πλοῦτον, ἕτεροι δὲ διʼ ἀνδρείαν.
実際、富のために身を滅ぼした人々もいれば、勇気のために身を滅ぼした人々もいる。
ἀγαπητὸν οὖν περὶ τοιούτων καὶ ἐκ τοιούτων λέγοντας παχυλῶς καὶ τύπῳ τἀληθὲς ἐνδείκνυσθαι, καὶ περὶ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ τοιούτων λέγοντας τοιαῦτα καὶ συμπεραίνεσθαι.
したがって、このような対象についてこのような前提から語る際には、大まかに、かつ概略において真理を示すことで満足すべきであり、また、大体に当てはまる事柄についてこのような前提から語る際には、同様の結論を導き出すことで満足すべきである。
τὸν αὐτὸν δὴ τρόπον καὶ ἀποδέχεσθαι χρεὼν ἕκαστα τῶν λεγομένων·
まさに同じ方法で、語られることのそれぞれを受け入れるべきである。
πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθʼ ἕκαστον γένος, ἐφʼ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται·
なぜなら、それぞれの類において、対象の性質が許容する限度においてのみ精密さを求めることこそが、教養ある人の特徴だからである。
παραπλήσιον γὰρ φαίνεται μαθηματικοῦ τε πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν.
数学者に説得力のある議論を認めることと、弁論家に厳密な証明を要求することは、似たような過ちに見える。
ἕκαστος δὲ κρίνει καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής.
それぞれの人は、自分が知っている事柄について正しく判断し、それらについて優れた判定者となる。
καθʼ ἕκαστον μὲν ἄρα ὁ πεπαιδευμένος, ἁπλῶς δʼ ὁ περὶ πᾶν πεπαιδευμένος.
したがって、個別の事柄についてはその分野で教養ある人が、全体についてはあらゆる事柄において教養ある人が、そうした判定者である。
διὸ τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ νέος·
それゆえ、若者は国家学の講義の聴講者として適していない。
ἄπειρος γὰρ τῶν κατὰ τὸν βίον πράξεων, οἱ λόγοι δʼ ἐκ τούτων καὶ περὶ τούτων·
なぜなら、若者は人生における行為の経験を欠いているが、議論はこれらの行為から出発し、これらについて語るものだからである。
ἔτι δὲ τοῖς πάθεσιν ἀκολουθητικὸς ὢν ματαίως ἀκούσεται καὶ ἀνωφελῶς, ἐπειδὴ τὸ τέλος ἐστὶν οὐ γνῶσις ἀλλὰ πρᾶξις.
その上、感情に流されがちであるため、聴講しても無駄で無益である。 なぜなら、この学問の目的は知識ではなく行為だからである。
διαφέρει δʼ οὐδὲν νέος τὴν ἡλικίαν ἢ τὸ ἦθος νεαρός·
年齢において若いか、あるいは性格において未熟であるかは、何の違いもない。
οὐ γὰρ παρὰ τὸν χρόνον ἡ ἔλλειψις, ἀλλὰ διὰ τὸ κατὰ πάθος ζῆν καὶ διώκειν ἕκαστα.
なぜなら、欠陥は時間の不足によるものではなく、感情に従って生き、すべてのものを追求することによるからである。
τοῖς γὰρ τοιούτοις ἀνόνητος ἡ γνῶσις γίνεται, καθάπερ τοῖς ἀκρατέσιν·
このような人々にとっては、無節制な人々にとって同様に、知識は無益なものとなる。
τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις ποιουμένοις καὶ πράττουσι πολυωφελὲς ἂν εἴη τὸ περὶ τούτων εἰδέναι.
しかし、理性を伴って欲求を形成し行動する人々にとっては、これらのことについて知ることは、大いに有益であるだろう。
καὶ περὶ μὲν ἀκροατοῦ, καὶ πῶς ἀποδεκτέον, καὶ τί προτιθέμεθα, πεφροιμιάσθω ταῦτα.
さて、聴講者について、また講義がどのように受け入れられるべきか、そしてわれわれがいかなる目標を掲げているかについての序論は、これくらいにしておこう。