Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §1.1-1.3

行为的目的与研究最高善的政治学

第 1 段,共 123 段 · 希腊语

内容简介

本段阐明一切行为都以善为目的,而人类的最高善是政治学的研究对象;同时指出,本讨论的精确度应与题材性质相符,且听者须具备实际生活经验与理性克制。

§1.1πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινὸς ἐφίεσθαι δοκεῖ·
一切技术和一切研究,同样地,一切行为和选择,似乎都以某种善为目的。
διὸ καλῶς ἀπεφήναντο τἀγαθόν, οὗ πάντʼ ἐφίεται.
因此,人们对善作了美好的宣告:善是万物所追求的。
διαφορὰ δέ τις φαίνεται τῶν τελῶν·
然而,目的之间显然存在着某种差异。
τὰ μὲν γάρ εἰσιν ἐνέργειαι, τὰ δὲ παρʼ αὐτὰς ἔργα τινά.
因为有些是活动本身,而另一些则是活动之外的某种成果。
ὧν δʼ εἰσὶ τέλη τινὰ παρὰ τὰς πράξεις, ἐν τούτοις βελτίω πέφυκε τῶν ἐνεργειῶν τὰ ἔργα.
在那些在行为之外另有目的的活动中,其成果自然比活动本身更为优越。
πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν πολλὰ γίνεται καὶ τὰ τέλη· ἰατρικῆς μὲν γὰρ ὑγίεια, ναυπηγικῆς δὲ πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος.
既然行为、技术和科学有很多种,它们的目的也就有很多种:例如,医术的目的在于健康,造船术的目的在于船只,军事学的目的在于胜利,家政学的目的在于财富。
ὅσαι δʼ εἰσὶ τῶν τοιούτων ὑπὸ μίαν τινὰ δύναμιν, καθάπερ ὑπὸ τὴν ἱππικὴν χαλινοποιικὴ καὶ ὅσαι ἄλλαι τῶν ἱππικῶν ὀργάνων εἰσίν, αὕτη δὲ καὶ πᾶσα πολεμικὴ πρᾶξις ὑπὸ τὴν στρατηγικήν, κατὰ τὸν αὐτὸν δὴ τρόπον ἄλλαι ὑφʼ ἑτέρας· ἐν ἁπάσαις δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάντων ἐστὶν αἱρετώτερα τῶν ὑπʼ αὐτά· τούτων γὰρ χάριν κἀκεῖνα διώκεται.
但是,对于这一类技术中凡是属于某一个单一能力底下的——就像制缰术以及其他一切制造马具的技术都属于马术,而马术以及一切军事行为又属于军事学一样,以同样的方式,其他技术也属于另外的能力——在所有这些情况下,主导艺术的目的比起其下所有属属的目的都更值得选择;因为后者正是为了前者而被追求的。
διαφέρει δʼ οὐδὲν τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη τῶν πράξεων ἢ παρὰ ταύτας ἄλλο τι, καθάπερ ἐπὶ τῶν λεχθεισῶν ἐπιστημῶν.
行为的目的究竟是活动本身,还是活动之外的某种其他事物(如上述科学的情形那样),这并没有什么不同。
§1.2εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν ὃ διʼ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα διʼ ἕτερον αἱρούμεθα (πρόεισι γὰρ οὕτω γʼ εἰς ἄπειρον, ὥστʼ εἶναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν), δῆλον ὡς τοῦτʼ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον.
如果意图达到的目的中,确实存在着某种我们因其自身而追求的东西,而其他事物都是为了它而被追求,且我们并非每一件事都是为了他物而选择(因为若如此,过程将无限延伸,导致我们的欲求变得空洞而徒劳),那么显然,这就是善,也就是最高善。
ἆρʼ οὖν καὶ πρὸς τὸν βίον ἡ γνῶσις αὐτοῦ μεγάλην ἔχει ῥοπήν, καὶ καθάπερ τοξόται σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος;
那么,对于生活而言,对这一善的认识难道不也具有重大的决定作用吗? 就像手持目标的弓箭手一样,我们岂不是更能射中那应当达到的目标吗?
εἰ δʼ οὕτω, πειρατέον τύπῳ γε περιλαβεῖν αὐτὸ τί ποτʼ ἐστὶ καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων.
如果真是这样,我们就必须尝试至少在轮廓上把握它究竟是什么,以及它属于哪一种科学或能力。
δόξειε δʼ ἂν τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς.
它似乎属于那最权威且最具主导性的学问。
τοιαύτη δʼ ἡ πολιτικὴ φαίνεται·
而政治学显然就是这样的一门学问。
τίνας γὰρ εἶναι χρεὼν τῶν ἐπιστημῶν ἐν ταῖς πόλεσι, καὶ ποίας ἑκάστους μανθάνειν καὶ μέχρι τίνος, αὕτη διατάσσει·
因为正是这门学问规定了在城邦中应当存在哪些科学,以及每个人应当学习哪种科学、学习到什么程度。
ὁρῶμεν δὲ καὶ τὰς ἐντιμοτάτας τῶν δυνάμεων ὑπὸ ταύτην οὔσας, οἷον στρατηγικὴν οἰκονομικὴν ῥητορικήν·
我们也看到,那些最受尊崇的能力,如军事学、家政学、修辞学,都在其管辖之下。
χρωμένης δὲ ταύτης ταῖς λοιπαῖς τῶν ἐπιστημῶν, ἔτι δὲ νομοθετούσης τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων, ὥστε τοῦτʼ ἂν εἴη τἀνθρώπινον ἀγαθόν.
既然政治学利用了其余的科学,并且立法规定了什么应当做、什么应当避免,那么这门学问的目的就必定包含着其他一切科学的目的,因而这一目的就必定是属人的善。
εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει, μεῖζόν γε καὶ τελειότερον τὸ τῆς πόλεως φαίνεται καὶ λαβεῖν καὶ σῴζειν·
因为,即使对于个人和城邦而言善是同一的,城邦的善显然也是更大、更完满的,无论是去获得它还是去保持它。
ἀγαπητὸν μὲν γὰρ καὶ ἑνὶ μόνῳ, κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν.
因为,仅对一个人而言善固然可爱,但对一个族群或诸城邦而言,善却更美、更具神圣性。
ἡ μὲν οὖν μέθοδος τούτων ἐφίεται, πολιτική τις οὖσα.
因此,我们的探究旨在达到这些目的,它构成了一种政治学。
§1.3λέγοιτο δʼ ἂν ἱκανῶς, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη·
如果能根据所讨论的题材来予以说明,我们的讨论就足够充分了。
τὸ γὰρ ἀκριβὲς οὐχ ὁμοίως ἐν ἅπασι τοῖς λόγοις ἐπιζητητέον, ὥσπερ οὐδʼ ἐν τοῖς δημιουργουμένοις.
因为,正如在手工业产品中不应要求同样的精确性一样,在一切论证中也不应同等程度地追求精确。
τὰ δὲ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, πολλὴν ἔχει διαφορὰν καὶ πλάνην, ὥστε δοκεῖν νόμῳ μόνον εἶναι, φύσει δὲ μή.
而作为政治学考察对象的那些高尚与正义的事物,包含了极大的分歧与不确定性,以至于人们认为它们仅因约定而存在,而非由于自然。
τοιαύτην δέ τινα πλάνην ἔχει καὶ τἀγαθὰ διὰ τὸ πολλοῖς συμβαίνειν βλάβας ἀπʼ αὐτῶν· ἤδη γάρ τινες ἀπώλοντο διὰ πλοῦτον, ἕτεροι δὲ διʼ ἀνδρείαν.
各种善也由于常给人们带来伤害而具有类似的这种不确定性;因为已有不少人因财富而遭毁灭,也有人因勇敢而丧命。
ἀγαπητὸν οὖν περὶ τοιούτων καὶ ἐκ τοιούτων λέγοντας παχυλῶς καὶ τύπῳ τἀληθὲς ἐνδείκνυσθαι, καὶ περὶ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ τοιούτων λέγοντας τοιαῦτα καὶ συμπεραίνεσθαι.
因此,当我们在讨论这类题材并且以这些题材为前提进行探讨时,只要能够粗略地、轮廓性地说明真理,我们就应当感到满意;而当我们在讨论大多数情况下如此的事物并且以此类事物为前提进行探讨时,只要能得出同样程度的结论就足够了。
τὸν αὐτὸν δὴ τρόπον καὶ ἀποδέχεσθαι χρεὼν ἕκαστα τῶν λεγομένων· πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθʼ ἕκαστον γένος, ἐφʼ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται·
因此,我们也应当以同样的方式来接受每一种说法;因为,在每一个门类中,只在事物的性质所允许的程度上追求精确性,这正是受过教育的人的特征。
παραπλήσιον γὰρ φαίνεται μαθηματικοῦ τε πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν.
因为,接受数学家进行说服性的推论,与要求修辞学家给出严格的证明,显然是同样荒谬的。
ἕκαστος δὲ κρίνει καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής.
每一个人都能对他所理解的事物做出良好的判断,并且是这些事物的优秀裁判者。
καθʼ ἕκαστον μὲν ἄρα ὁ πεπαιδευμένος, ἁπλῶς δʼ ὁ περὶ πᾶν πεπαιδευμένος.
因而,在某一特定领域受过教育的人是该领域的良好裁判者,而受过全面教育的人则是对一切事物都有良好判断的人。
διὸ τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ νέος·
因此,年轻人不适合听政治学。
ἄπειρος γὰρ τῶν κατὰ τὸν βίον πράξεων, οἱ λόγοι δʼ ἐκ τούτων καὶ περὶ τούτων·
因为他对生活中的实际行为缺乏经验,而政治学的讨论正是从这些行为出发,并且关于这些行为的。
ἔτι δὲ τοῖς πάθεσιν ἀκολουθητικὸς ὢν ματαίως ἀκούσεται καὶ ἀνωφελῶς, ἐπειδὴ τὸ τέλος ἐστὶν οὐ γνῶσις ἀλλὰ πρᾶξις.
此外,由于他容易顺从自己的情感,他的听讲将是徒劳而无益的,因为政治学的目的不在于知识,而在于实践。
διαφέρει δʼ οὐδὲν νέος τὴν ἡλικίαν ἢ τὸ ἦθος νεαρός·
无论在年龄上是年轻的,还是在性格上是幼稚的,这并没有什么区别。
οὐ γὰρ παρὰ τὸν χρόνον ἡ ἔλλειψις, ἀλλὰ διὰ τὸ κατὰ πάθος ζῆν καὶ διώκειν ἕκαστα.
因为缺陷并不取决于时间,而在于顺从情感来生活并追求每一样事物。
τοῖς γὰρ τοιούτοις ἀνόνητος ἡ γνῶσις γίνεται, καθάπερ τοῖς ἀκρατέσιν· τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις ποιουμένοις καὶ πράττουσι πολυωφελὲς ἂν εἴη τὸ περὶ τούτων εἰδέναι.
因为对于这样的人(如同不能自制的人一样),知识是没有益处的;但对于那些顺从理性来形成欲求并付诸行动的人来说,了解这些事物将是大有裨益的。
καὶ περὶ μὲν ἀκροατοῦ, καὶ πῶς ἀποδεκτέον, καὶ τί προτιθέμεθα, πεφροιμιάσθω ταῦτα.
关于听众、应该如何接受这些说法,以及我们所追求的目标,序言就写到这里吧。

词汇与语法注释

  1. 1094a1ἀπεφήναντο — 第三人称复数不定过去时动词。未明示具体主语,作为指代不特定多数人或先前思想家(如柏拉图等学派)的通用用法。通常译为被动句“被宣告为……”。
  2. 1094b7τὸ τῆς πόλεως — 中性单数冠词结合属格名词的结构。在上下文中,它代指前文提及的 ἀγαθόν,表示“城邦的(善)”,与个人(ἕν)的善形成对比。
  3. 1094b19λέγοντας — 宾格分词。在由无人称形容词谓语 ἀγαπητόν(值得满足、应当满足)引导的“对格+不定式”结构中,充当不定式(ἐνδείκνυσθαι, συμπεραίνεσθαι)的逻辑主语,指代一般人或说话者。

引用这一段

亚里士多德, 尼各马可伦理学 §1.1-1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:1.1-1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。