§1ΙΕΡΕΥΣ
Ὦ Κρόνε, σὺ γὰρ ἔοικας ἄρχειν τό γε νῦν εἶναι καὶ σοὶ τέθυται καὶ κεκαλλιέρηται παρ’ ἡμῶν, τί ἂν μάλιστα ἐπὶ τῶν ἱερῶν αἰτήσας λάβοιμι παρὰ σοῦ;
神官クロノスよ、あなたは少なくとも現在のところ支配しておられるようですし、私たちによってあなたに犠牲が捧げられ、吉兆の祭儀が行われました。 私はこれらの犠牲に際して、あなたに何を願い求めれば、最もよく受け取ることができるでしょうか。
ΚΡΟΝΟΣ
Τοῦτο μὲν αὐτόν σε καλῶς ἔχει ἐσκέφθαι ὅ τι σοι εὐκτέον, εἰ μὴ καὶ μάντιν ἅμα ἐθέλεις εἶναι τὸν ἄρχοντα, εἰδέναι τί σοι ἥδιον αἰτεῖν.
クロノスそれ自体は、君自身が何を祈るべきかよく考えておくべきことだ。 君が、支配者たる者が同時に預言者でもあって、君にとって何を求めるのがより好ましいかを知っていることを望むのでない限りね。
ἐγὼ δὲ τά γε δυνατὰ οὐκ ἀνανεύσω πρὸς τὴν εὐχήν.
だが私は、可能なことであれば、その願いを拒むことはしない。
ΙΕΡΕΥΣ
Ἀλλὰ πάλαι ἔσκεμμαι.
神官いや、とっくに考えてあります。
ἐρῶ γὰρ τὰ κοινὰ ταυτὶ καὶ πρόχειρα—πλοῦτον καὶ χρυσὸν πολὺν καὶ ἀγρῶν δεσπότην εἶναι καὶ ἀνδράποδα πολλὰ κεκτῆσθαι καὶ ἐσθῆτας εὐανθεῖς καὶ μαλακὰς καὶ ἄργυρον καὶ ἐλέφαντα καὶ τὰ ἄλλα ὁπόσα τίμια.
ありふれた、すぐに思い浮かぶものを言いましょう。 富、多くの金、土地の主となること、多くの奴隷を所有すること、色鮮やかで柔らかい衣服、銀や象牙、そしてその他およそ価値あるものすべてです。
τούτων οὖν, ὦ ἄριστε Κρόνε, δίδου μοι, ὥς τι καὶ αὐτὸν ἀπολαῦσαι τῆς σῆς ἀρχῆς μηδὲ ἄμοιρον εἶναι μόνον αὐτὸν διὰ παντὸς τοῦ βίου.
ですから、最も優れたクロノスよ、これらを私に与えてください。 私もまた、あなたの支配の恩恵をいくらか被り、生涯を通じてただ一人だけ分け前がないということのないように。
§2ΚΡΟΝΟΣ
Ὁρᾷς;
クロノスお分かりか。
οὐ κατ’ ἐμὲ τοῦτο ᾔτησας.
君は私に、私の領分ではないことを求めたのだ。
οὐ γὰρ ἐμὸν διανέμειν τὰ τοιαῦτα.
そのようなものを分配することは私の仕事ではない。
ὥστε μὴ ἄχθου, εἰ ἀτυχήσειας αὐτῶν, ἀλλ’ αἴτει παρὰ τοῦ Διός, ὁπόταν εἰς ἐκεῖνον ἡ ἀρχὴ περιέλθῃ μετ’ ὀλίγον.
だから、それらを得られなくとも腹を立てず、ゼウスに求めよ。 少しののちに支配が彼へと移る時に。
ἐγὼ δ’ ἐπὶ ῥητοῖς παραλαμβάνω τὴν δυναστείαν.
私は定められた条件のもとで支配権を引き受けているのだ。
ἑπτὰ μὲν ἡμερῶν ἡ πᾶσα βασιλεία, καὶ ἢν ἐκπρόθεσμος τούτων γένωμαι, ἰδιώτης εὐθύς εἰμι καί που τοῦ πολλοῦ δήμου εἷς.
私の全治世は七日間にすぎず、この期限が過ぎれば、私はすぐに一介の市民となり、どこにでもいる大衆の一人にすぎなくなる。
ἐν αὐταῖς δὲ ταῖς ἑπτὰ σπουδαῖον μὲν οὐδὲν οὐδὲ ἀγοραῖον διοικήσασθαί μοι συγκεχώρηται, πίνειν δὲ καὶ μεθύειν καὶ βοᾶν καὶ παίζειν καὶ κυβεύειν καὶ ἄρχοντας καθιστάναι καὶ τοὺς οἰκέτας εὐωχεῖν καὶ γυμνὸν ᾄδειν καὶ κροτεῖν ὑποτρέμοντα, ἐνίοτε δὲ καὶ ἐς ὕδωρ ψυχρὸν ἐπὶ κεφαλὴν ὠθεῖσθαι ἀσβόλῳ κεχρισμένον τὸ πρόσωπον, ταῦτα ἐφεῖταί μοι ποιεῖν.
そしてこの七日間においては、真面目な仕事や公の政務を司ることは私には一切許されておらず、飲むこと、酔うこと、大声を出すこと、戯れること、賽を投げること、宴の支配者を任命すること、召使いたちに馳走を振る舞うこと、裸で歌うこと、少し震えながら手拍子をすること、そして時には、顔に煤を塗られた状態で冷たい水の中に頭から突き落とされること、これらを行うことだけが私に許されている。
τὰ μεγάλα δὲ ἐκεῖνα, τὸν πλοῦτον καὶ τὸ χρυσίον, ὁ Ζεὺς διαδίδωσιν οἷς ἂν ἐθέλῃ.
あの偉大なもの、すなわち富や黄金は、ゼウスが望む者に分け与えるのだ。
§3ΙΕΡΕΥΣ
Ἀλλ’ οὐδ’ ἐκεῖνος, ὦ Κρόνε, ῥᾳδίως καὶ προχείρως.
神官しかしクロノスよ、あのゼウスとて、容易に、あるいはすぐに与えてはくれません。
ἐγὼ γ’ οὖν ἤδη ἀπηγόρευκα αἰτῶν μεγάλῃ τῇ φωνῇ, ὁ δ’ οὐκ ἐπαΐει τὸ παράπαν, ἀλλὰ τὴν αἰγίδα ἐπισείων καὶ τὸν κεραυνὸν ἐπανατεινόμενος δριμὺ ἐνορῶν ἐκπλήττει τοὺς ἐνοχλοῦντας.
私などは、大声で願い求めることにすでに疲れ果ててしまいましたが、彼は全く耳を貸さず、アイギスを揺らし、ケラウノスを振りかざして、鋭い目つきで睨みつけ、うるさくつきまとう者たちを退散させます。
ἢν δέ ποτε καὶ ἐπινεύσῃ τινὶ καὶ πλούσιον ποιῇ, πολὺ τὸ ἄκριτον ἐνταῦθα, καὶ τοὺς ἀγαθοὺς ἐνίοτε καὶ συνετοὺς ἀφεὶς ὁ δὲ παμπονήροις τε καὶ ἀνοήτοις ἀνδράσι περιχεῖ τὸν πλοῦτον, μαστιγίαις ἢ ἀνδρογύνοις τοῖς πλείστοις αὐτῶν.
また、彼が誰かに同意して富ませることがあるにしても、そこには甚だしい無分別があり、時には善い人々や賢い人々を差し置いて、極めて不実で愚かな男たち、それも彼らの大半は鞭打たれるべき奴隷や女男(めおとこ)たちに、富を惜しみなく注ぎ込むのです。
πλὴν τά γε σοὶ δυνατὰ ἐθέλω εἰδέναι τίνα ταῦτά ἐστιν.
ともあれ、あなたにとって可能なことが何であるのか、それを知りたいのです。
§4ΚΡΟΝΟΣ
Οὐ μικρὰ ὅλως οὐδὲ παντάπασιν εὐκαταφρόνητα ὡς πρὸς τὴν δύναμιν ἐξετάζεσθαι τῆς συμπάσης ἀρχῆς—εἰ μή σοί γε μικρὸν δοκεῖ τὸ νικᾶν κυβεύοντα καὶ τοῖς ἄλλοις ἐς τὴν μονάδα κυλιομένου τοῦ κύβου σοὶ τὴν ἑξάδα ὑπεράνω ἀεὶ φαίνεσθαι.
クロノス支配の全体的な力に照らして吟味するならば、決して小さくもなく、完全に軽んじるべきものでもないぞ。 ――もし君にとって、賽投げで勝つこと、すなわち他の者たちには賽が1の目を転がり出す中で、君には常に6の目が一番上に現れることが、小さなことと思われないのであればね。
πολλοὶ γοῦν ἐς κόρον ἀπὸ τοῦ τοιούτου ἐπεσιτίσαντο, οἷς ἵλεως καὶ φορὸς ὁ κύβος ἐπινεύσει·
現に、多くの者がこのようなことから飽きるほどに糧を得てきたのだ、賽が彼らに慈悲深く味方して同意する時には。
οἱ δὲ ἔμπαλιν γυμνοὶ ἐξενήξαντο συντριβέντος αὐτοῖς τοῦ σκάφους περὶ οὕτω μικρῷ ἕρματι τῷ κύβῳ.
しかし逆に、彼らの船が賽というかくも小さな暗礁に衝突して砕け散り、裸で泳ぎ出た者たちもいる。
καὶ μὴν καὶ πιεῖν ἐς τὸ ἥδιστον καὶ ᾠδικώτερον ἄλλου δόξαι ᾆσαι ἐν τῷ συμποσίῳ καὶ διακονουμένων τοὺς μὲν ἄλλους ἐς τὸ ὕδωρ ἐμπεσεῖν—τοῦτο γὰρ τοὐπιτίμιον τῆς ἀδεξίου διακονίας—σὲ δὲ ἀνακηρυχθῆναι καλλίνικον καὶ τἆθλα φέρεσθαι τὸν ἀλλᾶντα—ὁρᾷς ἡλίκον τὸ ἀγαθόν;
さらに、最も愉快に酒を飲み、宴席において他の誰よりも音楽的に歌っていると思われること、また給仕される際に、他の者たちは水の中に落ちていくのに(これが不器用な給仕に対する罰なのだから)、君だけが「見事な勝利者」と布告されて賞品であるソーセージを勝ち取ること――これがどれほど素晴らしい善いことか、分かるだろう。
ἔτι καὶ βασιλέα μόνον ἐφ’ ἁπάντων γενέσθαι τῷ ἀστραγάλῳ κρατήσαντα, ὡς μήτε ἐπιταχθείης γελοῖα ἐπιτάγματα καὶ αὐτὸς ἐπιτάττειν ἔχοις, τῷ μὲν αἰσχρόν τι περὶ αὑτοῦ ἀναβοῆσαι, τῷ δὲ γυμνὸν ὀρχήσασθαι καὶ ἀράμενον τὴν αὐλητρίδα τρὶς τὴν οἰκίαν περιελθεῖν—πῶς οὐχὶ καὶ ταῦτα δείγματα μεγαλοδωρίας τῆς ἐμῆς;
その上、アンズ(距骨)で勝つことによって、ただ一人全員の王となり、それによって滑稽な命令を下されることもなく、君自身が命令を下せるようになること――ある者には自分についての恥ずべきことを大声で叫ばせ、ある者には裸で踊らせ、笛吹き女を担ぎ上げて家の周囲を三周させたりすること――これらもまた、私の気前の良さの証拠ではないとでも言うのか。
εἰ δὲ τὸ μὴ ἀληθῆ μηδὲ βέβαιον γίγνεσθαι τὴν τοιαύτην βασιλείαν αἰτιάσει, ἄγνωμον ποιήσεις ὁρῶν αὐτὸν ἐμὲ τὸν ταῦτα διανέμοντα ὀλιγοχρόνιον τὴν ἀρχὴν ἔχοντα.
もし君が、このような王位が真実のものでもなく、確かなものでもないことを非難するなら、これらを分配している私自身が、わずかな期間しか支配権を持たないことを見て見ぬふりをする、分別のない振る舞いをすることになる。
τούτων δ’ οὖν ἅ μοι δυνατὰ δοῦναι, τῶν πεττῶν, τοῦ ἄρχειν, τοῦ ᾄδειν καὶ τῶν ἃ κατηριθμησάμην, θαρρῶν αἴτει, ὡς ἐμοῦ πρὸς οὐδὲν δεδιξομένου σε τῇ αἰγίδι καὶ τῷ κεραυνῷ.
ともあれ、私が与えることのできるこれら、すなわち盤上遊戯、王となること、歌うこと、そして私が列挙した事柄の中から、自信を持って求めよ。 私がアイギスやケラウノスで君を脅すようなことは決してないのだから。