§1Τῆς Λιβύης τὰ νότια ψάμμος ἐστὶν βαθεῖα καὶ γῆ διακεκαυμένη, ἔρημος ἐπὶ πολύ, ἀκριβῶς ἄκαρπος, πεδινὴ ἅπασα, οὐ χλόην οὐ πόαν οὐ φυτὸν οὐχ ὕδωρ ἔχουσα, ἢ εἴ που ἄρα ἐν κοίλοις συνεστηκὸς ὑετοῦ ὀλίγου λείψανον, παχὺ καὶ τοῦτο καὶ δυσῶδες, οὐδὲ πάνυ διψῶντι ἀνθρώπῳ πότιμον.
リビアの南部は深い砂と焼け焦げた土地であり、広大な砂漠で、完全に不毛、すべてが平坦であり、草も、青草も、植物も、水も有していない。 あるいは、もし窪地にわずかな雨の残りがたまたま溜まっているとしても、それさえも濁って悪臭を放ち、ひどく喉が渇いた者にとっても全く飲めたものではない。
ἀοίκητος γοῦν ἐστι διὰ ταῦτα·
それゆえ、そこは人が住めない場所なのである。
ἢ πῶς γὰρ ἂν οἰκοῖτο ἀνήμερος οὕτω καὶ ξηρὰ καὶ ἄφορος οὖσα καὶ πολλῷ τῷ αὐχμῷ πιεζομένη;
それとも、このように荒れ果て、乾燥し、実りをもたらさず、激しい日照りに苦しめられている土地に、どうして人が住めようか。
καὶ τὸ θάλπος δὲ αὐτὸ καὶ ὁ ἀὴρ κομιδῇ πυρώδης καὶ φλογερὸς ὢν καὶ ἡ ψάμμος ὑπερζέουσα παντελῶς ἄβατον τὴν χώραν τίθησι.
それに、熱そのもの、そして完全に灼熱で燃え盛る空気、煮えたぎる砂が、その土地を全く立ち入り難いものにしている。
§2Γαράμαντες μόνοι πρόσοικοι ὄντες, εὐσταλὲς καὶ κοῦφον ἔθνος, ἄνθρωποι σκηνῖται, ἀπὸ θήρας τὰ πολλὰ ζῶντες, ἐνίοτε οὗτοι ἐσβάλλουσι θηράσοντες ἀμφὶ τροπὰς τὰς χειμερινὰς μάλιστα, ὕσαντα τὸν θεὸν τηρήσαντες, ὁπότε τὸ πολὺ τοῦ καύματος σβεσθείη καὶ ἡ ψάμμος νοτισθείη καὶ ἀμηγέπη βατὰ γένοιτο.
近隣に住むガラマンテス人だけが――彼らは身軽で機敏な民族、天幕に暮らす人々であり、大部分を狩猟によって生活しているが――時折、特に冬至のころに狩りをするために侵入する。 彼らは神が雨を降らせるのを待ち、厳しい暑さが和らぎ、砂が湿り気を得て、どうにか通行可能になったときを見計らうのである。
ἡ θήρα δέ ἐστιν ὄνων τε τῶν ἀγρίων καὶ στρουθῶν τῶν μεγάλων χαμαὶ τούτων καὶ πιθήκων μάλιστα καὶ ἐλεφάντων ἐνίοτε·
彼らの獲物は、野生のロバ、地上の大きなダチョウ、特に猿、そして時には象である。
ταῦτα γὰρ μόνα διαρκεῖ πρὸς τὸ δίψος καὶ ἀνέχεται ἐπὶ πολὺ ταλαιπωρούμενα ὑπὸ πολλῷ καὶ ὀξεῖ τῷ ἡλίῳ.
というのも、これらの動物だけが渇きに耐え、強く突き刺すような太陽の下で長く苦難を耐え忍ぶことができるからである。
καὶ ὅμως οἱ Γαράμαντες ἐπειδὰν τὰ σιτία καταναλώσωσιν ἅπερ ἔχοντες ἀφίκοντο, ἀπελαύνουσιν ὀπίσω εὐθὺς δεδιότες μὴ σφίσιν ἡ ψάμμος ἀναφλεγεῖσα δύσβατος καὶ ἄπορος γένηται, εἶτα ὥσπερ ἐντὸς ἀρκύων ληφθέντες καὶ αὐτοὶ ἀπόλωνται μετὰ τῆς ἄγρας.
それにもかかわらず、ガラマンテス人は携えてきた食糧を消費し尽くすと、すぐに引き返す。 砂が燃え上がって通行困難かつ横断不能になり、自分たちもまるで網の中に捕らえられたかのように、獲物とともに滅びてしまうのを恐れるからである。
ἄφυκτα γάρ ἐστιν ἢν ὁ ἥλιος ἀνασπάσας τὴν ἰκμάδα καὶ τάχιστα ξηράνας τὴν χώραν ὑπερζέσῃ, ἀκμαιοτέραν τὴν ἀκτῖνα προσβαλὼν ἅτε πρὸς τὴν νοτίδα παρατεθηγμένην·
なぜなら、太陽が湿気を吸い上げて土地をたちまち乾燥させ、煮えたぎらせるならば、逃げ道はなくなるからである。 太陽は、湿気によって研ぎ澄まされたかのように、いっそう鋭い光線を浴びせる。
τροφὴ γὰρ αὕτη τῷ πυρί.
湿気は火にとっての燃料だからである。
§3Καίτοι ταῦτα πάντα ὁπόσα εἶπον—τὸ θάλπος, τὸ δίψος, ἡ ἐρημία, τὸ μηδὲν ἔχειν ἐκ τῆς γῆς λαβεῖν—ἧττον ὑμῖν δυσχερῆ εἶναι δόξει τοῦ λεχθησομένου, καὶ δι’ ὃ φευκτέα πάντως ἡ χώρα ἐκείνη.
しかしながら、私が語ったこれらすべて――暑さ、渇き、荒涼さ、土地から何も得られないこと――は、これから語られること、そしてそれゆえにあの土地が何としても避けられねばならない理由に比べれば、まだしも耐え難いものとは思われないであろう。
ἑρπετὰ γὰρ ποικίλα μεγέθει τε μέγιστα καὶ πλήθει πάμπολλα καὶ τὰς μορφὰς ἀλλόκοτα καὶ τὸν ἰὸν ἄμαχα ἐπινέμεται τὴν γῆν, τὰ μὲν ὑποβρύχια, φωλεύοντα ἐν μυχῷ τῆς ψάμμου, τὰ δὲ ἄνω ἐπιπολάζοντα—φύσαλοι καὶ ἀσπίδες καὶ ἔχιδναι καὶ κεράσται καὶ βουπρήστεις καὶ ἀκοντίαι καὶ ἀμφίσβαιναι καὶ δράκοντες καὶ σκορπίων γένος διττόν, τὸ μὲν ἕτερον ἐπίγειόν τι καὶ πεζόν, ὑπέρμεγα καὶ πολυσφόνδυλον, θάτερον δὲ ἐναέριον καὶ πτηνόν, ὑμενόπτερον δὲ οἷα ταῖς ἀκρίσι καὶ τέττιξι καὶ νυκτερίσι τὰ πτερά.
というのも、様々な這う虫が、大きさは最大、数は非常に多く、姿は奇妙で、毒は抗い難く、その土地にはびこっているからである。 あるものは地中に潜み、砂の奥深くに巣を作っており、他のものは地上を這い回っている。 すなわち、フュサロス、コブラ、クサリヘビ、ツノクサリヘビ、ブープレースティス、トビヘビ、アンピスバイナ、大蛇、そして二種類のサソリであり、そのうち一方は地上性で歩行し、巨大で関節が多く、他方は空中を飛ぶ有翼のもので、バッタやセミ、コウモリのような膜状の羽を持っている。
τοιαῦτα ὄρνεα πολλὰ ἐπιπετόμενα οὐκ εὐπρόσιτον ἀπεργάζεται τὴν Λιβύην ἐκείνην.
このような多くの飛ぶ生き物が飛び回ることで、あのリビアの地は近づき難いものとなっている。
§4Τὸ δὲ δὴ πάντων ἑρπετῶν δεινότατον ὧν ἡ ψάμμος τρέφει ἡ διψάς ἐστιν, ὄφις οὐ πάνυ μέγας, ἐχίδνῃ ὅμοιος, τὸ δῆγμα βίαιος, τὸν ἰὸν παχύς, ὀδύνας μὲν ἀλήκτους ἐπάγων εὐθύς·
しかし、砂が育むあらゆる這う虫の中で最も恐ろしいのは、ディプサス(渇きヘビ)である。 これはそれほど大きくない蛇で、クサリヘビに似ており、噛みつきは激しく、毒は粘り気があり、ただちに絶え間ない苦痛をもたらす。
ἐκκαίει τε γὰρ καὶ σήπει καὶ πίμπρασθαι ποιεῖ, καὶ βοῶσιν ὥσπερ ἐν πυρᾷ κείμενοι.
というのも、それは体を焼き尽くし、腐らせ、腫れ上がらせ、犠牲者はまるで火葬の薪の上に横たわっているかのように叫び声を上げるからである。
τὸ δὲ μάλιστα καταπονοῦν καὶ κατατρῦχον αὐτοὺς ἐκεῖνό ἐστιν, ὁμώνυμον πάθος τῷ ἑρπετῷ.
そして、彼らを最も苦しめ疲れ果てさせるのは、あの、その這う虫と同じ名前を持つ苦痛である。
διψῶσι γὰρ εἰς ὑπερβολήν, καὶ τὸ παραδοξότατον, ὅσῳπερ ἂν πίνωσι, τοσούτῳ μᾶλλον ὀρέγονται τοῦ ποτοῦ·
彼らは極度に喉が渇き、しかも最も奇妙なことに、飲めば飲むほど、いっそう飲み物を求めるようになる。
καὶ ἡ ἐπιθυμία πολὺ πλέον ἐπιτείνεται αὐτοῖς.
そして、彼らの欲望はいっそう激しく募るのである。
οὐδ’ ἂν σβέσειάς ποτε τὸ δίψος, οὐδ’ ἢν τὸν Νεῖλον αὐτὸν ἢ τὸν Ἴστρον ὅλον ἐκπιεῖν παράσχῃς, ἀλλὰ προσεκκαύσειας ἐπάρδων τὴν νόσον, ὥσπερ ἂν εἴ τις ἐλαίῳ πῦρ κατασβεννύοι.
この渇きは決して癒やすことはできない。 たとえナイル川そのものやイストロス(ドナウ)川を丸ごと飲み干させようとしても、むしろ病に水を注ぐことでいっそう火を燃え立たせることになる。 それはまるで、油で火を消そうとするかのようなものである。