§1Λουκιανὸς Κρονίῳ εὖ πράττειν.
ルキアノスからクロニオスへ、挨拶を送る。
ΛουκιανὸςΛουκιανὸςΛουκιανὸςΛουκιανὸς κακοδαίμων Περεγρῖνος, ἢ ὡς αὐτὸς ἔχαιρεν ὀνομάζων ἑαυτόν, Πρωτεύς, αὐτὸ δὴ ἐκεῖνο τὸ τοῦ Ὁμηρικοῦ Πρωτέως ἔπαθεν·
あの哀れなペレグリノス――あるいは、彼自身がそう呼ばれるのを喜んでいたように、プロテウス――は、まさにあのホメロスのプロテウスと同じ運命をたどった。
ἅπαντα γὰρ δόξης ἕνεκα γενόμενος καὶ μυρίας τροπὰς τραπόμενος, τὰ τελευταῖα ταῦτα καὶ πῦρ ἐγένετο·
名声を求めるがゆえにあらゆるものになり、万般の変転を遂げた挙句、最後には火にさえなったのだ。
τοσούτῳ ἄρα τῷ ἔρωτι τῆς δόξης εἴχετο.
それほどまでに、彼は名声への愛に取り憑かれていたのだ。
καὶ νῦν ἐκεῖνος ἀπηνθράκωταί σοι ΛουκιανὸςΛουκιανὸςΛουκιανὸςΛουκιανὸς βέλτιστος κατὰ τὸν Ἐμπεδοκλέα, παρʼ ὅσον ΛουκιανὸςΛουκιανὸςΛουκιανὸςΛουκιανὸς μὲν κἂν διαλαθεῖν ἐπειράθη ἐμβαλὼν ἑαυτὸν εἰς τοὺς κρατῆρας, ΛουκιανὸςΛουκιανὸςΛουκιανὸςΛουκιανὸς δὲ γεννάδας οὗτος, τὴν πολυανθρωποτάτην τῶν Ἑλληνικῶν πανηγύρεων τηρήσας, πυρὰν ὅτι μεγίστην νήσας ἐνεπήδησεν ἐπὶ τοσούτων μαρτύρων, καὶ λόγους τινὰς ὑπὲρ τούτου εἰπὼν πρὸς τοὺς Ἕλληνας οὐ πρὸ πολλῶν ἡμερῶν τοῦ τολμήματος.
そして今や、あの男は、君のために炭となってしまった、エンペドクレスに倣った「最善の者」として。 もっとも、エンペドクレスのほうは火口に身を投じたときに、人目を避けようと努めたのに対して、こちらの高貴な御仁は、ギリシアの最も人の集まる祭典を見計らい、この上なく巨大な薪の山を築いて、これほど多くの証人たちの前で飛び込んだのだが。 しかも、その暴挙の数日前には、このことについてギリシア人たちに向けて演説まで行っている。
§2πολλὰ τοίνυν δοκῶ μοι ὁρᾶν σε γελῶντα ἐπὶ τῇ κορύζῃ τοῦ γέροντος, μᾶλλον δὲ καὶ ἀκούω βοῶντος οἷά σε εἰκὸς βοᾶν,
ὢ τῆς ἀβελτερίας, ὢ τῆς δοξοκοπίας, ὢ —
τῶν ἄλλων ἃ λέγειν εἰώθαμεν περὶ αὐτῶν.
それゆえ、私は君がその老人の愚行を大いに笑っている姿が目に浮かぶ。 むしろ、君がこう叫んでいるのが聞こえるかのようだ。 君ならきっとこう叫ぶだろう。 「おお、なんという愚かさ、おお、なんという虚栄、おお、なんと……」と、その他私たちが彼らに関して言い慣れている言葉を。
σὺ μὲν οὖν πόρρω ταῦτα καὶ μακρῷ ἀσφαλέστερον, ἐγὼ δὲ παρὰ τὸ πῦρ αὐτὸ καὶ ἔτι πρότερον ἐν πολλῷ πλήθει τῶν ἀκροατῶν εἶπον αὐτά, ἐνίων μὲν ἀχθομένων, ὅσοι ἐθαύμαζον τὴν ἀπόνοιαν τοῦ γέροντος· ἦσαν δέ τινες οἳ καὶ αὐτοὶ ἐγέλων ἐπʼ αὐτῷ.
君は遠く離れた、はるかに安全な場所でこれらを口にしているが、私はまさに火の傍らで、しかもそれより前に、大勢の聴衆の中でそれらを口にした。 老人の狂気に感嘆していた者たちは腹を立てていたが、中には彼を一緒に笑っている者たちもいた。
ἀλλʼ ὀλίγου δεῖν ὑπὸ τῶν Κυνικῶν ἐγώ σοι διεσπάσθην ὥσπερ ὁ Ἀκταίων ὑπὸ τῶν κυνῶν ἢ ὁ ἀνεψιὸς αὐτοῦ ὁ Πενθεὺς ὑπὸ τῶν Μαινάδων.
しかし私は、危うくキニコス派の連中によって、アクタイオンが猟犬に引き裂かれたように、あるいは彼のいとこであるペンテウスがマイナデスに引き裂かれたように、八つ裂きにされるところだった。
§3ἡ δὲ πᾶσα τοῦ πράγματος διασκευὴ τοιάδε ἦν.
事の全貌は以下のようなものであった。
τὸν μὲν ποιητὴν οἶσθα οἷός τε ἦν καὶ ἡλίκα ἐτραγῴδει παρʼ ὅλον τὸν βίον, ὑπὲρ τὸν Σοφοκλέα καὶ τὸν Αἰσχύλον.
あの詩人がどのような男であったか、生涯を通じていかに大仰な悲劇を演じていたか、ソポクレスやアイスキュロスをも凌ぐほどであったかは、君も知っているだろう。
ἐγὼ δὲ ἐπεὶ τάχιστα εἰς τὴν Ἦλιν ἀφικόμην, διὰ τοῦ γυμνασίου ἀνιὼν ἐπήκουον ἅμα Κυνικοῦ τινος μεγάλῃ καὶ τραχείᾳ τῇ φωνῇ τὰ συνήθη ταῦτα καὶ ἐκ τριόδου τὴν ἀρετὴν ἐπιβοωμένου καὶ ἅπασιν ἁπαξαπλῶς λοιδορουμένου.
私がエリスに到着するとすぐに、体育場を上がっていく途中で、あるキニコス派の者が、大きくてかすれた声で、辻辻で説かれるいつもの美徳について大声で叫び、ありとあらゆる人々を容赦なく罵倒しているのが聞こえた。
εἶτα κατέληξεν αὐτῷ ἡ βοὴ ἐς τὸν Πρωτέα, καὶ ὡς ἂν οἷός τε ὦ πειράσομαί σοι αὐτὰ ἐκεῖνα ἀπομνημονεῦσαι ὡς ἐλέγετο.
やがて彼の叫びはプロテウスのことに至った。 そこで私は、できる限り、彼が語ったその言葉をそのまま君に思い出して語ってみよう。
σὺ δὲ γνωριεῖς δηλαδή, πολλάκις αὐτοῖς παραστὰς βοῶσιν.
君は、彼らが大声で叫ぶのを何度もそばで聞いたことがあるから、すぐに合点がいくだろう。
§4Πρωτέα γάρ τις,
ἔφη,
κενόδοξον τολμᾷ λέγειν, ὦ γῆ καὶ ἥλιε καὶ ποταμοὶ καὶ θάλαττα καὶ πατρῷε Ἡράκλεις — Πρωτέα τὸν ἐν Συρίᾳ δεθέντα, τὸν τῇ πατρίδι ἀνέντα πεντακισχίλια τάλαντα, τὸν ἀπὸ τῆς Ῥωμαίων πόλεως ἐκβληθέντα, τὸν τοῦ Ἡλίου ἐπισημότερον, τὸν αὐτῷ ἀνταγωνίσασθαι τῷ Ὀλυμπίῳ δυνάμενον;
「プロテウスを」と彼は言った。 「虚栄に満ちているなどと、あえて言う者がいるのか。 おお、大地よ、太陽よ、河川よ、海よ、父祖のヘラクレスよ! シリアで縛られ、祖国に五千タラントンを譲り渡し、ローマの市から追放され、太陽よりも輝かしく、オリンピアの主神自身と競い合うことのできる、あのプロテウスを!
ἀλλʼ ὅτι διὰ πυρὸς ἐξάγειν τοῦ βίου διέγνωκεν ἑαυτόν, εἰς κενοδοξίαν τινὲς τοῦτο ἀναφέρουσιν;
だが、彼が火によって自ら命を絶つと決意したからといって、これを虚栄に帰する者がいるのか。
οὐ γὰρ Ἡρακλῆς οὕτως;
ヘラクレスもそうしなかったか。
οὐ γὰρ Ἀσκληπιὸς καὶ Διόνυσος κεραυνῷ;
アスクレピオスやディオニュソスも雷撃によってそうならなかったか。
οὐ γὰρ τὰ τελευταῖα Ἐμπεδοκλῆς εἰς τοὺς κρατῆρας; §5ὡς δὲ ταῦτα εἶπεν ὁ Θεαγένης — τοῦτο γὰρ ὁ κεκραγὼς ἐκεῖνος ἐκαλεῖτο — ἠρόμην τινὰ τῶν παρεστώτων,
τί βούλεται τὸ περὶ τοῦ πυρός, ἢ τί Ἡρακλῆς καὶ Ἐμπεδοκλῆς πρὸς τὸν Πρωτέα. ὁ δέ,
οὐκ εἰς μακράν,
ἔφη,
καύσει ἑαυτὸν ὁ Πρωτεὺς Ὀλυμπίασιν. πῶς,
ἔφην,
ἢ τίνος ἕνεκα;
最後にはエンペドクレスも火口に入らなかったか」テアゲネス――あの叫んでいた者はそう呼ばれていたのだが――がこのように言うと、私は傍らに立っていた一人に尋ねた。 「あの火の件はどういう意味なのか。 あるいは、ヘラクレスやエンペドクレスがプロテウスと何の関係があるのか」すると彼は言った。 「もうすぐ、プロテウスはオリンピアで自らを焼くのだ」「どのように、また何のために」と私は言った。
εἶτα ὁ μὲν ἐπειρᾶτο λέγειν, ἐβόα δὲ ὁ Κυνικός, ὥστε ἀμήχανον ἦν ἄλλου ἀκούειν.
すると、その男が説明しようとしたが、あのキニコス派の者が大声で叫んでいたので、他の者の声を聞くことは不可能だった。
ἐπήκουον οὖν τὰ λοιπὰ ἐπαντλοῦντος αὐτοῦ καὶ θαυμαστάς τινας ὑπερβολὰς διεξιόντος κατὰ τοῦ Πρωτέως·
そこで私は、彼が浴びせかける残りの言葉を聞き、彼がプロテウスについて語る驚くべき誇張の数々を聞いていた。
τὸν μὲν γὰρ Σινωπέα ἢ τὸν διδάσκαλον αὐτοῦ Ἀντισθένη οὐδὲ παραβάλλειν ἠξίου αὐτῷ, ἀλλʼ οὐδὲ τὸν Σωκράτη αὐτόν, ἐκάλει δὲ τὸν Δία ἐπὶ τὴν ἅμιλλαν.
彼はシノペのディオゲネスや、その師アンティステネスを彼と比較することさえよしとせず、ソクラテス自身さえも及ばないとし、ゼウスを競い合いに呼び出すほどだった。
εἶτα μέντοι ἔδοξεν αὐτῷ ἴσους πως φυλάξαι αὐτούς, καὶ οὕτω κατέπαυε τὸν λόγον·
しかし、結局のところ、彼は彼らをいくらか同等に保つことが適当と考え、次のように話を結んだ。