§1ἐρωτᾷς, ὦ μειράκιον, ὅπως ἂν ῥήτωρ γένοιο καὶ τὸ σεμνότατον τοῦτο καὶ πάντιμον ὄνομα σοφιστὴς εἶναι δόξαις·
若者よ、君は、どうすれば雄弁家になれるか、そしてあの最も荘厳で極めて尊い「ソフィスト」という名で呼ばれるようになるか、と尋ねている。
ἀβίωτα γὰρ εἶναί σοι φής, εἰ μὴ τοιαύτην τινὰ τὴν δύναμιν περιβάλοιο ἐν τοῖς λόγοις ὡς ἄμαχον εἶναι καὶ ἀνυπόστατον καὶ θαυμάζεσθαι πρὸς ἁπάντων καὶ ἀποβλέπεσθαι, περισπούδαστον ἄκουσμα τοῖς Ἕλλησι δοκοῦντα·
というのも、もし言論において、誰にも負けず、抗しがたく、すべての人から敬服され、注目され、ギリシア人たちにとって切望される評判の人と思われるような、そのような力を身につけることができないならば、君にとって生きるに値しないと君は言うからだ。
καὶ δὴ τὰς ἐπὶ τοῦτο ἀγούσας ὁδοὺς αἵτινές ποτέ εἰσιν ἐθέλεις ἐκμαθεῖν.
そして、君はこれへと導く道が一体何であるのかを学び知りたがっている。
ἀλλʼ οὐδεὶς φθόνος, ὦ παῖ, καὶ μάλιστα ὁπότε νέος τις αὐτὸς ὤν, ὀρεγόμενος τῶν ἀρίστων, οὐκ εἰδὼς ὅθεν ἂν ταῦτα ἐκπορίσαιτο, ἱερόν τι χρῆμα τὴν συμβουλὴν οὖσαν, καθάπερ νῦν σύ, τοῦτο αἰτοίη προσελθών.
しかし、わが子よ、惜しむ気持ちは少しもない。 とりわけ、自ら若くして最善のものを切望しながらも、どこからそれを手に入れればよいか分からず、君が今しているように近づいてきて、神聖なものである「助言」を求める場合にはなおさらである。
ὥστε ἄκουε, τό γε ἐπʼ ἐμοὶ καὶ πάνυ θαρρῶν ὡς τάχιστα δεινὸς ἀνὴρ ἔσῃ γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι αὐτά, ἢν τὸ μετὰ τοῦτο ἐθελήσῃς αὐτὸς ἐμμένειν οἷς ἂν ἀκούσῃς παρʼ ἡμῶν καὶ φιλοπόνως αὐτὰ μελετᾶν καὶ προθύμως ἀνύειν τὴν ὁδὸν ἔστʼ ἂν ἀφίκῃ πρὸς τὸ τέρμα.
だから聞きなさい。 私に関する限り、非常に自信を持ってよい。 君はなすべきことを認識し、それを表現することにおいて、極めて速やかに優れた人物となるだろう。 もしこの後、君自身が、私から聞くことに従い続け、労を惜しまずそれを練習し、ゴールに達するまで熱心にその道を進もうと思うなら。
§2τὸ μὲν οὖν θήραμα οὐ σμικρὸν οὐδὲ ὀλίγης τῆς σπουδῆς δεόμενον, ἀλλὰ ἐφʼ ὅτῳ καὶ πονῆσαι πολλὰ καὶ ἀγρυπνῆσαι καὶ πᾶν ὁτιοῦν ὑπομεῖναι ἄξιον.
さて、得ようとする獲物は小さくはなく、僅かな努力を要するものでもない。 むしろ、そのために多く苦労し、夜を徹し、ありとあらゆることに耐え忍ぶ価値があるものである。
σκόπει γοῦν ὁπόσοι τέως μηδὲν ὄντες ἔνδοξοι καὶ πλούσιοι καὶ νὴ Δία εὐγενέστατοι ἔδοξαν ἀπὸ τῶν λόγων.
ともかく、これまで何者でもなかったどれほど多くの人々が、言論のおかげで、名声を得、富まされ、ゼウスにかけて、極めて高貴な者とみなされるようになったかを見てみるがよい。
§3ὅμως δὲ μὴ δέδιθι, μηδὲ πρὸς τὸ μέγεθος τῶν ἐλπιζομένων ἀποδυσπετήσῃς, μυρίους τινὰς τοὺς πόνους προπονῆσαι οἰηθείς.
それでも恐れることはない。 無数の困難をあらかじめ経験しなければならないと考えて、期待されるものの大きさに絶望してはならない。
οὐ γάρ σε τραχεῖάν τινα οὐδὲ ὄρθιον καὶ ἱδρῶτος μεστὴν ἡμεῖς ἄξομεν, ὡς ἐκ μέσης αὐτῆς ἀναστρέψαι καμόντα, ἐπεὶ οὐδὲν ἂν διεφέρομεν τῶν ἄλλων ὅσοι τὴν συνήθη ἐκείνην ἡγοῦνται, μακρὰν καὶ ἀνάντη καὶ καματηρὰν καὶ ὡς τὸ πολὺ ἀπεγνωσμένην.
というのも、私たちは君を、途中で疲れて引き返してしまうような、険しく、険しく、汗にまみれた道へと導くつもりはないからだ。 もしそうなら、私たちは、あのよく知られた、長く、上り坂で、疲れ果てさせ、大抵は絶望的な道を導く他の人々と何ら変わらないことになる。
ἀλλὰ παρʼ ἡμῶν ἐξαίρετον τῆς συμβουλῆς τοῦτό ἐστιν, ὅτι ἡδίστην τε ἅμα καὶ ἐπιτομωτάτην καὶ ἱππήλατον καὶ κατάντη σὺν πολλῇ τῇ θυμηδίᾳ καὶ τρυφῇ διὰ λειμώνων εὐανθῶν καὶ σκιᾶς ἀκριβοῦς σχολῇ καὶ βάδην ἀνιὼν ἀνιδρωτὶ ἐπιστήσῃ τῇ ἄκρᾳ καὶ ἀγρεύσεις οὐ καμὼν καὶ νὴ Δίʼ εὐωχήσῃ κατακείμενος, ἐκείνους ὁπόσοι τὴν ἑτέραν ἐτράποντο ἀπὸ τοῦ ὑψηλοῦ ἐπισκοπῶν ἐν τῇ ὑπωρείᾳ τῆς ἀνόδου ἔτι, κατὰ δυσβάτων καὶ ὀλισθηρῶν τῶν κρημνῶν μόλις ἀνέρποντας, ἀποκυλιομένους ἐπὶ κεφαλὴν ἐνίοτε καὶ πολλὰ τραύματα λαμβάνοντας περὶ τραχείαις ταῖς πέτραις·
しかし、私たちの助言の際立った特徴はこれである。 すなわち、最も愉快で、最も近道であり、馬車も通れて、下り坂であり、大いなる喜びと贅沢を伴い、花咲く牧草地と心地よい木陰を通り、ゆっくりと歩いて登りながら、汗一つかかずに山頂に至るであろう。 そして、疲れを知らずに獲物をつかまえ、ゼウスにかけて、横たわって宴を楽しみ、もう一方の道を選んだ人々を、高いところから見下ろすだろう。 彼らは上り坂の麓でまだ、通りにくく滑りやすい崖を辛うじて這い上がり、時には頭から転がり落ち、険しい岩肌で多くの傷を負っている。
σὺ δὲ πρὸ πολλοῦ ἄνω ἐστεφανωμένος εὐδαιμονέστατος ἔσῃ, ἅπαντα ἐν βραχεῖ ὅσα ἐστὶν ἀγαθὰ παρὰ τῆς ῥητορικῆς μονονουχὶ καθεύδων λαβών.
その一方で君は、はるか前に上の方で冠を授けられ、この上なく幸福であり、弁論術がもたらすあらゆる善いものを、ほとんど眠りながらにして、短時間で手に入れているのだ。
§4ἡ μὲν δὴ ὑπόσχεσις οὕτω μεγάλη·
約束は確かにこれほど大きい。
σὺ δὲ πρὸς Φιλίου μὴ ἀπιστήσῃς, εἰ ῥᾷστά τε ἅμα καὶ ἥδιστά σοι ταῦτα ἐπιδείξειν φαμέν.
しかし君は、親愛の神にかけて、私たちがこれらを君に最も容易にかつ最も愉快に示すと言うからといって、不信を抱いてはならない。
τί γάρ; Ἡσίοδος μὲν ὀλίγα φύλλα ἐκ τοῦ Ἑλικῶνος λαβὼν αὐτίκα μάλα ποιητὴς ἐκ ποιμένος κατέστη καὶ ᾖδε θεῶν καὶ ἡρώων γένη κάτοχος ἐκ Μουσῶν γενόμενος, ῥήτορα δέ, ὃ πολὺ ἔνερθε ποιητικῆς μεγαληγορίας ἐστίν, ἐν βραχεῖ καταστῆναι ἀδύνατον, εἴ τις ἐκμάθοι τὴν ταχίστην ὁδόν;
というのも、ヘシオドスはヘリコン山から数枚の木の葉を受け取っただけで、忽ち牧人から詩人となり、ミューズたちに取り憑かれて神々と英雄たちの系譜を歌ったではないか。 それならば、詩の高遠な表現よりはるかに下位にある弁論家に、最も速い道を学びさえすれば、短期間でなることがどうして不可能であろうか。
§5ὡς ἔγωγε καὶ διηγήσασθαι σοι βούλομαι Σιδωνίου τινὸς ἐμπόρου ἐπίνοιαν διʼ ἀπιστίαν ἀτελῆ γενομένην καὶ τῷ ἀκούσαντι ἀνόνητον.
そこで私は、不信のせいで未遂に終わり、それを聞いた者にとっても無益に終わった、あるシドン人の商人の考案を君に語りたいと思う。
ἦρχε μὲν γὰρ ἤδη Ἀλέξανδρος Περσῶν, μετὰ τὴν ἐν Ἀρβήλοις μάχην Δαρεῖον καθῃρηκώς·
アレクサンドロスはアルベラの戦いでダレイオスを打ち倒した後、すでにペルシア人を支配していた。
ἔδει δὲ πανταχόσε τῆς ἀρχῆς διαθεῖν τοὺς γραμματοφόρους τὰ ἐπιτάγματα τοῦ Ἀλεξάνδρου κομίζοντας.
そして、アレクサンドロスの命令を運ぶ使者たちが帝国のいたるところに走り回る必要があった。
ἐκ Περσῶν δὲ πολλὴ εἰς Αἴγυπτον ἐγίγνετο ἡ ὁδός·
しかし、ペルシアからエジプトへの道は非常に長かった。
ἐκπεριιέναι γὰρ ἔδει τὰ ὄρη, εἶτα διὰ τῆς Βαβυλωνίας εἰς τὴν Ἀραβίαν ἐλθεῖν, εἶτα ἐρήμην πολλὴν περάσαντα ἀφικέσθαι ποτὲ μόλις εἰς Αἴγυπτον, εἴκοσι μηκίστους ἀνδρὶ εὐζώνῳ σταθμοὺς τούτους διανύσαντα.
山を迂回し、それからバビロニアを経てアラビアに入り、さらに広大な砂漠を越えて、軽装の歩行者にとっても最長で20日間の行程を要して、ようやくエジプトに到着する有様だった。
ἤχθετο οὖν ὁ Ἀλέξανδρος ἐπὶ τούτῳ, διότι Αἰγυπτίους τι παρακινεῖν ἀκούων οὐκ εἶχε διὰ ταχέων ἐκπέμπειν τοῖς σατράπαις τὰ δοκοῦντά οἱ περὶ αὐτῶν.
そのため、アレクサンドロスは、エジプト人たちが何か不穏な動きをしていると聞きながらも、彼らに関する自らの決定をサトラップたちに迅速に送り届けることができず、不満に思っていた。
τότε δὴ ὁ Σιδώνιος ἔμπορος,
ἐγώ σοι,
ἔφη,
ὦ βασιλεῦ, ὑπισχνοῦμαι δείξειν ὁδὸν οὐ πολλὴν ἐκ Περσῶν εἰς Αἴγυπτον.
その時、シドン人の商人が言った。 「王よ、私はあなたに、ペルシアからエジプトへの長くはない道を示すことを約束します。
εἰ γάρ τις ὑπερβαίη τὰ ὄρη ταῦτα — ὑπερβαίη δʼ ἂν τριταῖος — αὐτίκα μάλα ἐν Αἰγύπτῳ οὗτός ἐστιν.
もし誰かがこれらの山を越えるなら――3日もあれば越えられるでしょうが――その者は忽ちエジプトに至るのです」。
καὶ εἶχεν οὕτω.
そして、それは事実その通りであった。
πλὴν ὅ γε Ἀλέξανδρος οὐκ ἐπίστευσεν, ἀλλὰ γόητα ᾤετο εἶναι τὸν ἔμπορον.
しかし、アレクサンドロスは信じず、むしろその商人を詐欺師だと思った。
οὕτω τὸ παράδοξον τῆς ὑποσχέσεως ἄπιστον δοκεῖ τοῖς πολλοῖς.
このように、約束が突飛であることは、多くの人々にとって信じがたいことと思われるのである。