Humanitext Reader

ルキアノス · バッコス §1-4

ディオニュソスのインド遠征と勝利

1 / 2 箇所 · ギリシア語

要旨

ディオニュソスがインドに遠征した際、インド人たちは最初、彼の風変わりな軍勢の噂を聞いて嘲笑していたが、神が火を用いて国土を焼き払うと象兵を率いて出撃した。しかし戦闘が始まると、太鼓やシンバルの音、叫び声に驚いたインド兵と象たちは一戦も交えずに敗走し、捕虜となった。

§1ὅτε ὁ Διόνυσος ἐπʼ Ἰνδοὺς στρατιὰν ἤλασε — κωλύει γὰρ οὐδέν, οἶμαι, καὶ μῦθον ὑμῖν διηγήσασθαι Βακχικόν — φασὶν οὕτω καταφρονῆσαι αὐτοῦ τὰ πρῶτα τοὺς ἀνθρώπους τοὺς ἐκεῖ, ὥστε καταγελᾶν ἐπιόντος, μᾶλλον δὲ ἐλεεῖν τὴν τόλμαν αὐτίκα μάλα συμπατηθησομένου ὑπὸ τῶν ἐλεφάντων, εἰ ἀντιτάξαιτο·
ディオニュソスがインド人に対して軍勢を進めたとき――というのも、皆さんにバッコス伝承の物語を語るのを妨げるものは何もないと思うからです――現地の人間は、最初は彼のことをひどく見くびっていたので、その到来を嘲笑し、むしろ、もし彼が対抗して陣を敷けば、たちまち象どもに踏みにじられるであろう彼の無謀さを憐れんだと言われています。
ἤκουον γάρ, οἶμαι, τῶν σκοπῶν ἀλλόκοτα ὑπὲρ τῆς στρατιᾶς αὐτοῦ ἀγγελλόντων, ὡς ἡ μὲν φάλαγξ αὐτῷ καὶ οἱ λόχοι γυναῖκες εἶεν ἔκφρονες καὶ μεμηνυῖαι, κιττῷ ἐστεμμέναι, νεβρίδας ἐνημμέναι, δοράτια μικρὰ ἔχουσαι ἀσίδηρα, κιττοποίητα καὶ ταῦτα, καί τινα πελτάρια κοῦφα, βομβοῦντα, εἴ τις μόνον προσάψαιτο — ἀσπίσι γὰρ εἴκαζον, οἶμαι, τὰ τύμπανα — ὀλίγους δέ τινας ἀγροίκους νεανίσκους ἐνεῖναι, γυμνούς, κόρδακα ὀρχουμένους, οὐρὰς ἔχοντας, κεράστας, οἷα τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις ὑποφύεται.
というのも、彼らは偵察兵たちが彼の軍勢について、次のような奇妙な報告をするのを聞いていたからです。 すなわち、彼の陣形や部隊は、蔦の冠を被り、小鹿の皮を身にまとい、鉄のない小さな槍(これも蔦でできていた)や、触れるだけで音を立てる軽い小さな盾――というのも、彼らは太鼓を盾に見立てていたのでしょう――を持った、狂気に陥り理性を失った女たちであるということ、また、そこには少数の粗野な若者たちが混じっており、彼らは裸で、コルダクスを踊り、尻尾があり、生まれたばかりの子山羊に生え始めるような角を持っている、ということであります。
§2καὶ τὸν μὲν στρατηλάτην αὐτὸν ἐφʼ ἅρματος ὀχεῖσθαι παρδάλεων ὑπεζευγμένων, ἀγένειον ἀκριβῶς, οὐδʼ ἐπʼ ὀλίγον τὴν παρειὰν χνοῶντα, κερασφόρον, βοτρύοις ἐστεφανωμένον, μίτρᾳ τὴν κόμην ἀναδεδεμένον, ἐν πορφυρίδι καὶ χρυσῇ ἐμβάδι·
そして、指揮官自身は豹を繋いだ戦車に乗っており、ひげは全くなく、頬には産毛すら少しも生えておらず、角があり、葡萄の房の冠を戴き、ミトラで髪を結んでおり、紫の衣を着て黄金の半長靴を履いているということ。
ὑποστρατηγεῖν δὲ δύο, ἕνα μέν τινα βραχύν, πρεσβύτην, ὑπόπαχυν, προγάστορα, ῥινόσιμον, ὦτα μεγάλα ὄρθια ἔχοντα, ὑπότρομον, νάρθηκι ἐπερειδόμενον, ἐπʼ ὄνου τὰ πολλὰ ἱππεύοντα, ἐν κροκωτῷ καὶ τοῦτον, πάνυ πιθανόν τινα συνταγματάρχην αὐτοῦ ἕτερον δὲ τεράστιον ἄνθρωπον, τράγῳ τὰ νέρθεν ἐοικότα, κομήτην τὰ σκέλη, κέρατα ἔχοντα, βαθυπώγωνα, ὀργίλον καὶ θυμικόν, θατέρᾳ μὲν σύριγγα φέροντα, τῇ δεξιᾷ δὲ ῥάβδον καμπύλην ἐπηρμένον καὶ περισκιρτῶντα ὅλον τὸ στρατόπεδον, καὶ τὰ γύναια δὲ φοβεῖσθαι αὐτὸν καὶ σείειν ἠνεμωμένας τὰς κόμας, ὁπότε προσίοι, καὶ βοᾶν εὐοῖ·
また、副将が二人おり、一人は背が低く、年老いて、やや肥満し、太鼓腹で、獅子っ鼻で、大きな直立した耳を持ち、小刻みに震え、フェルラの杖に寄りかかり、大抵はロバに乗っており、やはりサフラン色の衣を着ている、非常に説得力のある彼の一隊の指揮官であること。 もう一人は怪物のような男で、下半身は山羊に似ており、脚は毛深く、角があり、長いひげを蓄え、怒りっぽく気性が激しく、片手にはパンの笛を持ち、右手には曲がった杖を掲げて陣営全体を跳び回っており、女たちは彼が近づくと彼を恐れて風になびく髪を振り乱し、「エウオイ」と叫ぶこと。
τοῦτο δʼ εἰκάζειν καλεῖσθαι αὐτῶν τὸν δεσπότην.
そして、これが彼女たちの主人の名前であろうと推測したこと。
τὰς δʼ οὖν ποίμνας διηρπάσθαι ἤδη ὑπὸ τῶν γυναικῶν καὶ διεσπάσθαι ἔτι ζῶντα τὰ θρέμματα· ὠμοφάγους γάρ τινας αὐτὰς εἶναι.
また、群れはすでに女たちによって奪い去られ、獲物はまだ生きているうちに引き裂かれたこと、彼女たちは生肉を食べる者たちだからであること。
§3ταῦτα οἱ Ἰνδοὶ καὶ ὁ βασιλεῦς αὐτῶν ἀκούοντες ἐγέλων, ὡς τὸ εἰκός, καὶ οὐδʼ ἀντεπεξάγειν ἢ παρατάττεσθαι ἠξίουν, ἀλλʼ εἴπερ ἄρα, τὰς γυναῖκας ἐπαφήσειν αὐτοῖς, εἰ πλησίον γένοιντο, σφίσι δὲ καὶ νικᾶν αἰσχρὸν ἐδόκει καὶ φονεύειν γύναια μεμηνότα καὶ θηλυμίτρην ἄρχοντα καὶ μεθύον σμικρὸν γερόντιον καὶ ἡμίτραγον στρατιώτην ἄλλον καὶ γυμνήτας ὀρχηστάς, πάντας γελοίους.
インド人と彼らの王はこれを聞いて、当然のごとく笑い、敵対して出撃したり陣を敷いたりすることさえ価値がないと考え、せいぜい、もし近づいてきたら、女たちを彼らにけしかければよいと考えた。 彼らにとって、狂った女たちや、女性のミトラを被った統治者や、酔っ払った小さな老人や、もう一人の半山羊の兵士や、裸の踊り手たちなど、全員が滑稽な連中を破ることも、虐殺することも、恥ずべきことと思われたからである。
ἐπεὶ δὲ ἤγγελτο πυρπολῶν ὁ θεὸς ἤδη τὴν χώραν καὶ πόλεις αὐτάνδρους καταφλέγων καὶ ἀνάπτων τὰς ὕλας καὶ ἐν βραχεῖ πᾶσαν τὴν Ἰνδικὴν φλογὸς ἐμπεπληκώς — ὅπλον γάρ τι Διονυσιακὸν τὸ πῦρ, πατρῷον αὐτῷ κἀκ τοῦ κεραυνοῦ — ἐνταῦθα ἤδη σπουδῇ ἀνελάμβανον τὰ ὅπλα καὶ τοὺς ἐλέφαντας ἐπισάξαντες καὶ ἐγχαλινώσαντες καὶ τοὺς πύργους ἀναθέμενοι ἐπʼ αὐτοὺς ἀντεπεξῄεσαν, καταφρονοῦντες μὲν καὶ τότε, ὀργιζόμενοι δὲ ὅμως καὶ συντρῖψαι σπεύδοντες αὐτῷ στρατοπέδῳ τὸν ἀγένειον ἐκεῖνον στρατηλάτην.
しかし、あの神がすでに国土を焼き払い、住民もろとも都市を焼き尽くし、森林に火を放ち、短時間のうちにインド全土を炎で満たしたという報告が届くと――というのも、火はディオニュソスの武器であり、彼の父から受け継いだ雷電に由来するものだからである――ここにおいて、ようやく彼らは急いで武器を執り、象たちに鞍と手綱をつけ、その背に櫓を載せて出撃した。 そのときになってもなお彼らは見くびっていたものの、やはり激怒しており、あのひげのない指揮官を陣営ごと踏み潰そうと急いだ。
§4ἐπεὶ δὲ πλησίον ἐγένοντο καὶ εἶδον ἀλλήλους, οἱ μὲν Ἰνδοὶ προτάξαντες τοὺς ἐλέφαντας ἐπῆγον τὴν φάλαγγα, ὁ Διόνυσος δὲ τὸ μέσον μὲν αὐτὸς εἶχε, τοῦ κέρως δὲ αὐτῷ τοῦ δεξιοῦ μὲν ὁ Σιληνός, τοῦ εὐωνύμου δὲ ὁ Πὰν ἡγοῦντο·
彼らが近づいて互いに目にしたとき、インド人たちは象を前線に配置して陣形を進め、ディオニュソス自身は中央に位置し、彼の右翼はシレノスが、左翼はパンが率いていた。
λοχαγοὶ δὲ καὶ ταξίαρχοι οἱ Σάτυροι ἐγκαθειστήκεσαν·
そしてサテュロスたちが隊長や千人隊長として配置されていた。
καὶ τὸ μὲν σύνθημα ἦν ἅπασι τὸ εὐοῖ.
全員の合言葉は「エウオイ」であった。
εὐθὺς δὲ τὰ τύμπανα ἐπαταγεῖτο καὶ τὰ κύμβαλα τὸ πολεμικὸν ἐσήμαινε καὶ τῶν Σατύρων τις λαβὼν τὸ κέρας ἐπηύλει τὸ ὄρθιον καὶ ὁ τοῦ Σιληνοῦ ὄνος ἐνυάλιόν τι ὠγκήσατο καὶ αἱ Μαινάδες σὺν ὀλολυγῇ ἐνεπήδησαν αὐτοῖς δράκοντας ὑπεζωσμέναι κἀκ τῶν θύρσων ἄκρων ἀπογυμνοῦσαι τὸν σίδηρον.
たちまち太鼓が鳴り響き、シンバルが戦闘の合図を告げ、サテュロスの一人が角笛を取って進軍の喇叭を吹き鳴らし、シレノスのロバは戦闘の雄叫びのようにいななき、マイナスたちは鬨の声を上げて彼らに襲いかかり、蛇を帯のように腰に巻き、テュルソスの杖の先から鉄の刃を露出させた。
οἱ Ἰνδοὶ δὲ καὶ οἱ ἐλέφαντες αὐτῶν αὐτίκα ἐγκλίναντες σὺν οὐδενὶ κόσμῳ ἔφευγον οὐδʼ ἐντὸς βέλους γενέσθαι ὑπομείναντες, καὶ τέλος κατὰ κράτος ἑαλώκεσαν καὶ αἰχμάλωτοι ἀπήγοντο ὑπὸ τῶν τέως καταγελωμένων, ἔργῳ μαθόντες ὡς οὐκ ἐχρῆν ἀπὸ τῆς πρώτης ἀκοῆς καταφρονεῖν ξένων στρατοπέδων.
インド人たちとその象たちは、ただちに隊列を乱して算を乱して逃亡し、矢の届く距離に入るのさえ耐えられなかった。 そして最後には力ずくで捕らえられ、それまで嘲笑されていた者たちによって捕虜として連行された。 彼らは、最初の噂だけで他国の軍勢を見くびるべきではないということを、身をもって学んだのである。

語釈・文法注

  1. §1συμπατηθησομένου — この未来分詞属格は、先行する `αὐτοῦ`(`τὴν τόλμαν αὐτοῦ` の中、または `καταφρονῆσαι αὐτοῦ` の `αὐτοῦ`)に一致し、条件節 `εἰ ἀντιτάξαιτο` を伴って、「もし彼が対抗して陣を敷くならば、たちまち象に踏みにじられるであろう彼の無謀さ」という潜在的・帰結的な意味を表している。
  2. §1ὀλίγους δέ τινας ἀγροίκους νεανίσκους ἐνεῖναι — 直前の `ὡς` 節(`ὡς ἡ μὲν φάλαγξ... εἶεν`)から、接続詞なしの対格不定詞構文(`ἐνεῖναι` は `ἐνειμί` の不定詞)へと構文が急転換している。これは `ἤκουον... ἀγγελλόντων` に依存している。
  3. §2τοῦτο δʼ εἰκάζειν καλεῖσθαι αὐτῶν τὸν δεσπότην — 対格不定詞 `εἰκάζειν`(推測する)の主語は偵察兵(またはインド人)であり、その目的語となる不定詞節 `καλεῖσθαι αὐτῶν τὸν δεσπότην` において、`τὸν δεσπότην` が主語で、`τοῦτο`(直前の叫び声 `εὐοῖ` を指す)が補語。「彼らは、彼女たちの主人がこれ(エウオイ)と呼ばれているのだと推測した」の意味。
  4. §3αὐτῷ στρατοπέδῳ — 随伴の与格(dativus comitativus)で、「〜を伴って」「〜ごと」を意味する。「あのひげのない指揮官を、その軍勢(陣営)もろとも粉砕する」という徹底的な破壊のニュアンスを表す。
  5. §4τὸ ὄρθιον — 女性名詞 `νόμον`(曲調・旋律)が省略された形。`ὄρθιος νόμος` は、戦いにおいて兵士たちを奮起・鼓舞するために奏される高音で激しい突撃の調べを指す。

この箇所を引用する

ルキアノス, バッコス §1-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg003.humanitext-grc2:1-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。