§5πυλὼν μὲν ὑψηλὸς ἀναβάσεις πλατείας ἔχων, ὑπτίας μᾶλλον ἢ ὀρθίας πρὸς τὴν τῶν ἀνιόντων εὐμάρειαν·
高い門があり、上る人々の利便性のために、急勾配というよりはむしろ緩やかな、広い階段を備えている。
εἰσιόντα δὲ τοῦτον ἐκδέχεται κοινὸς οἶκος εὐμεγέθης, ἱκανὴν ἔχων ὑπηρέταις καὶ ἀκολούθοις διατριβήν, ἐν ἀριστερᾷ δὲ τὰ ἐς τρυφὴν παρεσκευασμένα οἰκήματα, βαλανείῳ δʼ οὖν καὶ ταῦτα πρεπωδέστατα, χαρίεσσαι καὶ φωτὶ πολλῷ καταλαμπόμεναι ὑποχωρήσεις.
ここに入る者を、広々とした共通の広間が迎え入れる。 そこは従者や供回りの者たちが控えるのに十分な広さを持っている。 左手には、贅沢に整えられた部屋々々がある。 これらもまた浴場に極めてふさわしい、美しく、豊かな光に満ちた控えの間である。
εἶτʼ ἐχόμενος αὐτῶν οἶκος, περιττὸς μὲν ὡς πρὸς τὸ λουτρόν, ἀναγκαῖος δὲ ὡς πρὸς τὴν τῶν εὐδαιμονεστέρων ὑποδοχήν.
次いでこれらに隣接して、浴場そのものにとっては余分であるが、より富裕な人々を迎え入れるためには必要な部屋がある。
μετὰ δὲ τοῦτον ἑκατέρωθεν διαρκεῖς τοῖς ἀποδυομένοις ἀποθέσεις, καὶ μέσος οἶκος ὕψει τε ὑψηλότατος καὶ φωτὶ φαιδρότατος, ψυχροῦ ὕδατος ἔχων τρεῖς κολυμβήθρας, Λακαίνῃ λίθῳ κεκοσμημένος, καὶ εἰκόνες ἐν αὐτῷ λίθου λευκοῦ τῆς ἀρχαίας ἐργασίας, ἡ μὲν Ὑγιείας, ἡ δὲ Ἀσκληπιοῦ.
この部屋の先には、両側に脱衣する人々のための十分な広さの脱衣所があり、中央には、天井が極めて高く光でこの上なく明るい広間がある。 そこには冷水の浴槽が三つあり、ラコニア産の石で飾られており、その中には、古代の作風による白い大理石の彫像、すなわち一方にはヒュギエイア、他方にはアスクレピオスの像が置かれている。
§6ἐξελθόντας δὲ ὑποδέχεται ἠρέμα χλιαινόμενος οἶκος οὐκ ἀπηνεῖ τῇ θέρμῃ προαπαντῶν, ἐπιμήκης, ἀμφιστρόγγυλος, μεθʼ ὃν ἐν δεξιᾷ οἶκος εὖ μάλα φαιδρός, ἀλείψασθαι προσηνῶς παρεχόμενος, ἑκατέρωθεν εἰσόδους ἔχων Φρυγίῳ λίθῳ κεκαλλωπισμένας, τοὺς ἀπὸ παλαίστρας εἰσιόντας δεχόμενος.
そこを出ると、不快な熱さではなく穏やかな温もりで出迎えてくれる、緩やかに暖められた部屋が人々を迎え入れる。 その部屋は細長く、両端が丸みを帯びている。 その先、右手には極めて明るい部屋があり、心地よく油を塗る場所を提供している。 そこは両側にフリュギア産の石で飾られた入り口を備え、パライストラ(体育場)から入ってくる人々を迎え入れる。
εἶτʼ ἐπὶ τούτῳ ἄλλος οἶκος οἴκων ἁπάντων κάλλιστος, στῆναί τε καὶ ἐγκαθίζεσθαι προσηνέστατος καὶ ἐμβραδῦναι ἀβλαβέστατος καὶ ἐγκυλίσασθαι ὠφελιμώτατος, Φρυγίου καὶ αὐτὸς εἰς ὀροφὴν ἄκραν ἀποστίλβων.
さらにその先には、すべての部屋のうちで最も美しい、もう一つの部屋がある。 そこは立っているのにも座っているのにも最も心地よく、とどまるのにも最も安全で、体に油を塗って運動するのにも最も有益であり、天井の頂点に至るまでフリュギア産の石で輝いている。
ἑξῆς δὲ ὁ θερμὸς ὑποδέχεται διάδρομος Νομάδι λίθῳ διακεκολλημένος.
その隣には、ヌミディア産の石をちりばめた、暖かい通路が人々を迎え入れる。
ὁ δὲ ἔνδον οἶκος κάλλιστος, φωτός τε πολλοῦ ἀνάμεστος καὶ ὡς πορφύρᾳ διηνθισμένος.
そして最奥の部屋は最も美しく、豊かな光に満ち、まるで紫に彩られているかのようである。
τρεῖς καὶ οὗτος θερμὰς πυέλους παρέχεται.
この部屋もまた、三つの温水浴槽を備えている。
§7λουσαμένῳ δὲ ἔνεστί σοι μὴ τὴν διὰ τῶν αὐτῶν οἴκων αὖθις ἐπανιέναι, ἀλλὰ ταχεῖαν τὴν ἐπὶ τὸ ψυχρὸν διʼ ἠρέμα θερμοῦ οἰκήματος, καὶ ταῦτα πάντα ὑπὸ φωτὶ μεγάλῳ καὶ πολλῇ τῇ ἔνδον ἡμέρᾳ.
入浴を終えたあなたには、同じ部屋を通って再び戻るのではなく、穏やかに温められた部屋を通って、冷水浴室へと素早く向かうことが可能である。 これらすべては、大きな光と、内部の豊かな陽光の下に置かれている。
ὕψη πρὸς τούτοις ἀνάλογα καὶ πλάτη τοῖς μήκεσι σύμμετρα καὶ πανταχοῦ πολλὴ χάρις καὶ Ἀφροδίτη ἐπανθεῖ·
これらに加えて、高さは比例しており、幅は長さと調和しており、至るところに豊かな優美さとアプロディテの美が咲き誇っている。
κατὰ γὰρ τὸν καλὸν Πίνδαρον, ἀρχομένου ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές.
というのも、麗しきピンダロスが言うように、「事業を始めるときには、遠くまで輝く顔を置かねばならない」からである。
τοῦτο δʼ ἂν εἴη ἐκ τῆς αὐγῆς μάλιστα καὶ τοῦ φέγγους καὶ τῶν φωταγωγῶν μεμηχανημένον.
そしてこれは、何よりも陽光、光、そして窓の工夫によって成し遂げられたのであろう。
ὁ γὰρ σοφὸς ὡς ἀληθῶς Ἱππίας τὸν μὲν ψυχροδόχον οἶκον εἰς βορρᾶν προσκεχωρηκότα ἐποίησεν, οὐκ ἄμοιρον οὐδὲ τοῦ μεσημβρινοῦ ἀέρος· τοὺς δὲ πολλοῦ τοῦ θάλπους δεομένους νότῳ καὶ εὔρῳ καὶ ζεφύρῳ ὑπέθηκε.
なぜなら、真に賢明なるヒッピアスは、冷水浴室を北向きに配置し(ただし南の空気も入るようにした)、強い温もりを必要とする部屋々々は、南風、東風、そして西風の当たる場所に配置したからである。
§8τί δʼ ἄν σοι τὸ ἐπὶ τούτῳ λέγοιμι παλαίστρας καὶ τὰς κοινὰς τῶν ἱματιοφυλακούντων κατασκευὰς ταχεῖαν ἐπὶ τὸ λουτρὸν καὶ μὴ διὰ μακροῦ τὴν ὁδὸν ἐχούσας τοῦ χρησίμου τε καὶ ἀβλαβοῦς ἕνεκα;
これに次いで、利便性と安全性のために、浴場への素早く短い道のりを備えたパライストラや、衣服を保管する者たちの共通の設備について、今さら私から語る必要があるだろうか。
καὶ μή με ὑπολάβῃ τις μικρὸν ἔργον προθέμενον κοσμεῖν τῷ λόγῳ προαιρεῖσθαι·
また、私が些細な作品を取り上げて、それを言論によって美しく飾ることを望んでいるのだ、と誰にも思われないようにしたい。
τὸ γὰρ ἐν τοῖς κοινοῖς καινὰ ἐπινοῆσαι κάλλους δείγματα, οὐ μικρᾶς σοφίας ἔγωγε τίθεμαι, οἷον καὶ τόδε τὸ ἔργον ὁ θαυμάσιος ἡμῖν Ἱππίας ἐπεδείξατο πάσας ἔχον τὰς βαλανείου ἀρετάς, τὸ χρήσιμον, τὸ εὔκαιρον, τὸ εὐφεγγές, τὸ σύμμετρον, τὸ τῷ τόπῳ ἡρμοσμένον, τὸ τὴν χρείαν ἀσφαλῆ παρεχόμενον, καὶ προσέτι τῇ ἄλλῃ περινοίᾳ κεκοσμημένον, ἀφόδων μὲν ἀναγκαίων δυσὶν ἀναχωρήσεσιν, ἐξόδοις δὲ πολλαῖς τεθυρωμένον, ὡρῶν δὲ διττὰς δηλώσεις, τὴν μὲν διʼ ὕδατος καὶ μυκήματος, τὴν δὲ διʼ ἡλίου ἐπιδεικνύμενον.
なぜなら、ありふれたものの中に美の新たな手本を考案することは、私にとって決して小さからぬ知恵の現れだからである。 私たちの驚嘆すべきヒッピアスが示して見せたこの作品もまた、まさにそのようなものであり、浴場のあらゆる美徳、すなわち有用性、好都合さ、豊かな採光、調和、その土地への適合性、安全な利用の提供を備え、さらにそれ以外の創意によっても飾られている。 例えば、二つの奥まった場所にある必要な便所、多くの扉が設置された出口、そして二つの方法(一つは水と音によるもの、もう一つは太陽によるもの)で時間を示す装置が備えられている。
ταῦτα ἰδόντα μὴ ἀποδοῦναι τὸν πρέποντα ἔπαινον τῷ ἔργῳ οὐκ ἀνοήτου μόνον, ἀλλὰ καὶ ἀχαρίστου, μᾶλλον δὲ βασκάνου μοι εἶναι ἔδοξεν.
これらを目にしながら、その作品にふさわしい称賛を与えないことは、愚かであるだけでなく、恩知らずであり、むしろ嫉妬にかられているように私には思われた。
ἐγὼ μὲν οὖν εἰς δύναμιν καὶ τὸ ἔργον καὶ τὸν τεχνίτην καὶ δημιουργὸν ἠμειψάμην τῷ λόγῳ.
それゆえ私は、力の及ぶ限り、言論によってこの作品と技術者であり制作者である彼に報いたのである。
εἰ δὲ θεὸς παράσχοι καὶ λούσασθαί ποτε, πολλοὺς οἶδα ἕξων τοὺς κοινωνήσοντάς μοι τῶν ἐπαίνων.
そしてもし神が、いつかそこで入浴することをも許してくださるなら、私は自分の称賛に賛同してくれる多くの人々を得るであろうことを確信している。