§2.8καὶ τὰ μὲν τῶν ἄλλων ἐχέτω ὅπῃ βούλεται·
他の人々の事柄は、彼らが望むようであるがよい。
ἡμῖν δὲ ἀναγκαῖον, οἶμαι, τὰ ἡμέτερα αὐτῶν εἰδέναι, ὅπως τε πάλαι διέκειτο καὶ ὅπως νῦν ἔχει καὶ τί ποιοῦσι λῷον ἔσται·
しかし私たちにとっては、自分自身の事柄を知ること、すなわち昔どうであったか、今どうであるか、そして何をすればより良くなるのかを知ることが必要であると私は思う。
ὅτι μὲν δὴ ἐν κρημνοῖς τε οἰκοῦμεν αὐτοὶ καὶ πέτρας γεωργοῦμεν, οὐχ Ὅμηρον χρὴ περιμένειν δηλώσοντα ἡμῖν, ἀλλʼ ὁρᾶν πάρεστι ταῦτα.
私たちが険しい崖の間に住み、岩を耕しているということは、私たちに示すホメロスを待つ必要はなく、これらを見るだけで十分である。
καὶ ὅσον ἐπὶ τῇ γῇ, βαθεῖ λιμῷ ἀεὶ συνῆμεν ἄν, τὸ δʼ ἱερὸν καὶ ὁ Πύθιος καὶ τὸ χρηστήριον καὶ οἱ θύοντες καὶ οἱ εὐσεβοῦντες, ταῦτα Δελφῶν τὰ πεδία, ταῦτα ἡ πρόσοδος, ἐντεῦθεν ἡ εὐπορία, ἐντεῦθεν αἱ τροφαί — χρὴ γὰρ τἀληθῆ πρός γε ἡμᾶς αὐτοὺς λέγειν — καὶ τὸ λεγόμενον ὑπὸ τῶν ποιητῶν, ἄσπαρτα ἡμῖν καὶ ἀνήροτα φύεται τὰ πάντα ὑπὸ γεωργῷ τῷ θεῷ, ὃς οὐ μόνον τὰ παρὰ τοῖς Ἕλλησιν ἀγαθὰ γιγνόμενα παρέχει, ἀλλʼ εἴ τι ἐν Φρυξὶν ἢ Λυδοῖς ἢ Πέρσαις ἢ Ἀσσυρίοις ἢ Φοίνιξιν ἢ Ἰταλιώταις ἢ Ὑπερβορέοις αὐτοῖς, πάντα ἐς Δελφοὺς ἀφικνεῖται.
土地に関する限りにおいては、私たちは常に深刻な飢饉に見舞われていたことでしょう。 しかし、神殿、ピュティオス神、神託所、犠牲を捧げる者たち、敬神の念を示す人々、これらがデルポイの平野であり、これが収入であり、ここから富が、ここから食物が得られるのである。 というのも、自分たち自身に対しては真実を語るべきだからだ。 そして詩人たちによって言われるように、耕作する神のもとで、すべてのものが播くこともなく耕すこともなく私たちのために生えてくる。 神はギリシア人の間で生じる良いものを提供するだけでなく、フリュギア人、リュディア人、ペルシア人、アッシリア人、フェニキア人、イタリア人、あるいはヒュペルボレオス人そのものの間に何か良いものがあれば、それらすべてがデルポイに集まるのである。
καὶ τὰ δεύτερα μετὰ τὸν θεὸν ἡμεῖς τιμώμεθα ὑφʼ ἁπάντων καὶ εὐποροῦμεν καὶ εὐδαιμονοῦμεν·
そして、神に次いで第二に、私たちはすべての人に敬われ、豊かであり、幸福である。
ταῦτα τὸ ἀρχαῖον, ταῦτα τὸ μέχρι νῦν, καὶ μὴ παυσαίμεθά γε οὕτω βιοῦντες.
これが古からのことであり、これまでもそうであり、このように生きることを決してやめることがありませんように。
§2.9μέμνηται δὲ οὐδεὶς πώποτε ψῆφον ὑπὲρ ἀναθήματος παρʼ ἡμῖν ἀναδοθεῖσαν οὐδὲ κωλυθέντα τινὰ θύειν ἢ ἀνατιθέναι.
また、私たちの間で奉納品について投票が行われたことや、誰かが犠牲を捧げたり奉納したりするのを妨げられたことを覚えている者は誰もいない。
καὶ διὰ τοῦτʼ, οἶμαι, καὶ αὐτὸ εἰς ὑπερβολὴν ηὔξηται τὸ ἱερὸν καὶ ὑπερπλουτεῖ ἐν τοῖς ἀναθήμασιν.
そしてこのために、神殿自体も極めて大きく成長し、奉納品においてあふれんばかりに豊かになっているのだと私は思う。
δεῖ τοίνυν μηδʼ ἐν τῷ παρόντι καινοτομεῖν μηδὲν μηδὲ παρὰ τὰ πάτρια νόμον καθιστάναι, φυλοκρινεῖν τὰ ἀναθήματα καὶ γενεαλογεῖν τὰ πεμπόμενα, ὅθεν καὶ ἀφʼ ὅτου καὶ ὁποῖα, δεξαμένους δὲ ἀπραγμόνως ἀνατιθέναι ὑπηρετοῦντας ἀμφοῖν, καὶ τῷ θεῷ καὶ τοῖς εὐσεβέσι.
したがって、現在においてもいかなる革新も行わず、先祖伝来の慣習に反する法を制定しないこと、すなわち奉納品を差別・選別し、送られてきたものの家系(どこから、誰から、どのようなものか)を詮索することをしないようにしなければならない。 むしろ、余計な詮索をせずにそれらを受け取り、神と敬虔な人々の双方に仕えつつ奉納しなければならない。
§2.10δοκεῖτε δέ μοι, ὦ ἄνδρες Δελφοί, ἄριστα βουλεύσεσθαι περὶ τῶν παρόντων, εἰ λογίσαισθε ὑπὲρ ὅσων καὶ ἡλίκων ἐστὶν ἡ σκέψις, πρῶτον μὲν ὑπὲρ τοῦ θεοῦ καὶ τοῦ ἱεροῦ καὶ θυσιῶν καὶ ἀναθημάτων καὶ ἐθῶν ἀρχαίων καὶ θεσμῶν παλαιῶν καὶ δόξης τοῦ μαντείου, ἔπειτα ὑπὲρ τῆς πόλεως ὅλης καὶ τῶν συμφερόντων τῷ τε κοινῷ ἡμῶν καὶ ἰδίᾳ ἑκάστῳ Δελφῶν, ἐπὶ πᾶσι δὲ τῆς παρὰ πᾶσιν ἀνθρώποις εὐκλείας ἢ κακοδοξίας·
デルポイの皆さん、もしあなたがたが、この審査がどれほど多くの、そしてどれほど重大な事柄に関するものであるかを考慮するならば、現在の状況について最善の決議を下すことになるでしょう。 第一に、神と神殿、犠牲と奉納品、古代の慣習と古くからの法、そして神託所の名声について。 第二に、都市全体と、私たちの共同体およびデルポイ市民一人ひとりの私的な利益について。 そして何よりも、すべての人々の間における私たちの美名、あるいは悪名について。
τούτων γὰρ οὐκ οἶδα εἴ τι μεῖζον, εἰ σωφρονεῖτε, ἢ ἀναγκαιότερον ἡγήσαισθε ἄν.
もしあなたがたが賢明であるならば、これらのことよりも重大で必要不可欠なものがあると判断されるか、私には分からないからです。
§2.11περὶ μὲν οὖν ὧν βουλευόμεθα, ταῦτά ἐστιν, οὐ Φάλαρις τύραννος εἷς οὐδʼ ὁ ταῦρος οὗτος οὐδὲ χαλκὸς μόνον, ἀλλὰ πάντες βασιλεῖς καὶ πάντες δυνάσται, ὅσοι νῦν χρῶνται τῷ ἱερῷ, καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα τίμια, πολλάκις ἀνατεθησόμενα τῷ θεῷ·
したがって、私たちが審議している事柄は以下の通りです。 一人の僭主ファラリスや、この牡牛や、青銅の塊だけではなく、現在神殿を利用しているすべての王たち、すべての支配者たち、そして金や銀、その他これから何度も神に奉納されることになるであろうあらゆる貴重品についてなのです。
πρῶτον μὲν γὰρ τὸ κατὰ τὸν θεὸν ἐξετασθῆναι ἄξιον.
なぜなら、第一に、神に関する事柄こそが吟味されるに値するからです。
§2.12τίνος οὖν ἕνεκα μὴ ὡς ἀεὶ μηδὲ ὡς πάλαι τὰ περὶ τῶν ἀναθημάτων ποιήσωμεν;
それでは、いったい何の理由があって、奉納品に関する事柄を、いつも通り、また昔からの通りに行わないのでしょうか。
ἢ τί μεμφόμενοι τοῖς παλαιοῖς ἔθεσιν καινοτομήσωμεν;
あるいは、古代の慣習の何を非難して、私たちは革新を行うというのでしょうか。
καὶ ὃ μηδὲ πώποτε, ἀφʼ οὗ τὴν πόλιν οἰκοῦμεν καὶ ὁ Πύθιος χρᾷ καὶ ὁ τρίπους φθέγγεται καὶ ἡ ἱέρεια ἐμπνεῖται, γεγένηται παρʼ ἡμῖν, νῦν καταστησώμεθα, κρίνεσθαι καὶ ἐξετάζεσθαι τοὺς ἀνατιθέντας;
そして、私たちがこの街に住み、ピュティオス神が神託を下し、三脚釜が語り、神官が霊感を与えられて以来、私たちの間で一度も起こらなかったこと――すなわち、奉納者が審査され、吟味されるということ――を、今になって制定しようというのでしょうか。
καὶ μὴν ἐξ ἐκείνου μὲν τοῦ παλαιοῦ ἔθους, τοῦ ἀνέδην καὶ πᾶσιν ἐξεῖναι, ὁρᾶτε ὅσων ἀγαθῶν ἐμπέπλησται τὸ ἱερόν, ἁπάντων ἀνατιθέντων καὶ ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν ἐνίων δωρουμένων τὸν θεόν.
そして実に、誰でも自由に奉納できるというあの古くからの慣習のおかげで、すべての者が奉納し、中には自らの資力以上の贈り物を神に捧げる者さえいることによって、神殿がどれほど多くの良いもので満たされてきたか、あなたがたは目にしているはずです。
§2.13εἰ δʼ ὑμᾶς αὐτοὺς δοκιμαστὰς καὶ ἐξεταστὰς ἐπιστήσετε τοῖς ἀναθήμασιν, ὀκνῶ μὴ ἀπορήσωμεν τῶν δοκιμασθησομένων ἔτι, οὐδενὸς ὑπομένοντος ὑπόδικον αὑτὸν καθιστάναι, καὶ ἀναλίσκοντα καὶ καταδαπανῶντα παρʼ αὑτοῦ κρίνεσθαι καὶ ὑπὲρ τῶν ὅλων κινδυνεύειν.
しかし、もしあなたがた自身を奉納品の審査官や検査官に任命するならば、私は審査を受けようとする者がもはやいなくなってしまうのではないかと恐れます。 なぜなら、自腹を切って費用を費やしながら、みずからを裁判にかけられる身に置き、審査され、自分のすべてを危険にさらすことを耐え忍ぶ者など、誰もいないでしょうから。
ἢ τίνι βιωτόν, εἰ κριθήσεται τοῦ ἀνατιθέναι ἀνάξιος;
あるいは、奉納するに値しないと判断されたなら、誰にとって生きる甲斐があるというのでしょうか。