§20.81.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Εὐξένιππος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Λεύκιος Ποστούμιος καὶ Τιβέριος Μινούκιος.
\n一年が経過し、アテナイではエウクセンニッポスが執政官職にあり、ローマではルキウス・ポストゥミウスとティベリウス・ミヌキウスが執政官であった。
ἐπὶ δὲ τούτων Ῥοδίοις ἐνέστη πόλεμος πρὸς Ἀντίγονον διὰ τοιαύτας τινὰς αἰτίας.
彼らの任期中に、ロドス人にアンティゴノスに対する戦争が、次のような理由から始まった。
§20.81.2ἡ πόλις ἡ τῶν Ῥοδίων ἰσχύουσα ναυτικαῖς δυνάμεσι καὶ πολιτευομένη κάλλιστα τῶν Ἑλλήνων περιμάχητος τοῖς δυνάσταις καὶ βασιλεῦσιν ἦν, ἑκάστου σπεύδοντος εἰς τὴν αὐτοῦ φιλίαν προσλαμβάνεσθαι.
\n\nロドス人の都市は、海軍力において強力であり、ギリシア人の中で最も立派に統治されていたので、支配者たちや王たちにとって争奪の的となっており、各人が彼女を自らの友好関係へと引き入れることを切望していた。
προορωμένη δὲ πόρρωθεν τὸ συμφέρον καὶ πρὸς ἅπαντας κατʼ ἰδίαν συντιθεμένη τὴν φιλίαν τῶν πρὸς ἀλλήλους τοῖς δυνάσταις πολέμων οὐ μετεῖχεν.
しかし、彼女は遠くから利益を見通し、すべての者と個別に友好関係を結ぶことで、支配者たちの相互の戦争には参加しなかった。
§20.81.3διόπερ συνέβαινεν αὐτὴν τιμᾶσθαι μὲν ὑφʼ ἑκάστου βασιλικαῖς δωρεαῖς, ἄγουσαν δὲ πολὺν χρόνον εἰρήνην μεγάλην ἐπίδοσιν λαβεῖν πρὸς αὔξησιν·
\n\nそのために、彼女は各人から王のような贈り物によって敬われ、長い間平和を享受しながら、繁栄に向けて大きな進歩を遂げることとなった。
ἐπὶ τοσοῦτον γὰρ προεληλύθει δυνάμεως ὥσθʼ ὑπὲρ μὲν τῶν Ἑλλήνων ἰδίᾳ τὸν πρὸς τοὺς πειρατὰς πόλεμον ἐπαναιρεῖσθαι καὶ καθαρὰν παρέχεσθαι τῶν κακούργων τὴν θάλατταν, τὸν δὲ πλεῖστον ἰσχύσαντα τῶν μνημονευομένων Ἀλέξανδρον προτιμήσαντʼ αὐτὴν μάλιστα τῶν πόλεων καὶ τὴν ὑπὲρ ὅλης τῆς βασιλείας διαθήκην ἐκεῖ θέσθαι καὶ τἄλλα θαυμάζειν καὶ προάγειν εἰς ὑπεροχήν.
というのも、彼女は非常に大きな力に達していたので、ギリシア人のために自ら単独で海賊に対する戦争を引き受け、海から悪人たちを一掃するほどであったし、また、歴史上記憶されている者の中で最も強力であったアレクサンドロスが、都市の中で最も彼女を重んじて、王国全体に関する遺言書をそこに遺し、その他あらゆる面で彼女を称賛し、卓越した地位へと引き上げたほどであった。
§20.81.4οἱ δʼ οὖν Ῥόδιοι πρὸς πάντας τοὺς δυνάστας συντεθειμένοι τὴν φιλίαν διετήρουν μὲν ἑαυτοὺς ἐκτὸς ἐγκλήματος δικαίου, ταῖς δʼ εὐνοίαις ἔρεπον μάλιστα πρὸς Πτολεμαῖον·
\n\nいずれにせよ、ロドス人はすべての支配者たちと友好関係を結んでいたので、正当な非難を浴びないよう自分たちを保っていたが、好意においては最もプトレマイオスの側に傾いていた。
συνέβαινε γὰρ αὐτοῖς τῶν τε προσόδων τὰς πλείστας εἶναι διὰ τοὺς εἰς Αἴγυπτον πλέοντας ἐμπόρους καὶ τὸ σύνολον τρέφεσθαι τὴν πόλιν ἀπὸ ταύτης τῆς βασιλείας.
というのも、エジプトへ航海する商人たちのおかげで、彼らの収入の大部分が得られており、全体として都市がこの王国によって養われていたからである。