§20.80.1κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν Σώραν καὶ Καλατίαν πόλεις Ῥωμαίοις συμμαχούσας ἐκπολιορκήσαντες ἐξηνδραποδίσαντο·
イタリアにおいては、サムニウム人がローマ人の同盟都市であるソラとカラティアを包囲攻略して住民を奴隷に売り払った。
οἱ δʼ ὕπατοι δυνάμεσιν ἁδραῖς εἰς τὴν Ἰαπυγίαν ἐμβαλόντες πλησίον Σιλβίου πόλεως κατεστρατοπέδευσαν.
一方、執政官たちは強力な軍勢を率いてイアピュギアに侵入し、シルビウムという都市の近くに陣を構えた。
§20.80.2φρουρουμένης δὲ αὐτῆς ὑπὸ Σαμνιτῶν συνεστήσαντο πολιορκίαν ἐφʼ ἱκανὰς ἡμέρας καὶ κατὰ κράτος ἑλόντες αἰχμάλωτα σώματα πλείω τῶν πεντακισχιλίων ἔλαβον καὶ τῶν ἄλλων λαφύρων ἱκανόν τι πλῆθος.
この都市はサムニウム人によって守備されていたため、彼らは何日もの間包囲戦を展開し、力ずくでこれを攻略すると、五千人を超える捕虜を獲得し、その他の戦利品もかなりの量にのぼった。
§20.80.3ἀπὸ δὲ τούτων γενόμενοι τὴν τῶν Σαμνιτῶν χώραν ἐπῆλθον δενδροτομοῦντες καὶ πάντα τόπον καταφθείροντες·
この件を終えると、彼らはサムニウム人の土地に侵入し、木々を切り倒し、あらゆる場所を荒らし回った。
πολλὰ γὰρ ἔτη τῆς Ῥώμης πρὸς τοῦτο τὸ ἔθνος διαπολεμούσης ὑπὲρ τῆς ἡγεμονίας ἤλπιζον τῶν ἐπὶ τῆς χώρας κτήσεων στερήσαντες τοὺς πολεμίους ἀναγκάσειν εἶξαι τοῖς ὑπερέχουσιν.
ローマがこの民族と覇権をめぐって長年にわたり戦争を続けていたので、敵からその土地の財産を奪うことによって、彼らを降伏させ、優勢な者たちに従わせることができると期待したからである。
§20.80.4διὸ καὶ πέντε μῆνας καταναλώσαντες εἰς τὴν τῆς πολεμίας γῆς καταφθορὰν τάς τε ἐπαύλεις σχεδὸν ἁπάσας ἐπυρπόλησαν καὶ τὴν χώραν ἐξηγρίωσαν, ἀφανίσαντες πᾶν τὸ δυνάμενον ἐνεγκεῖν ἥμερον καρπόν.
それゆえ、敵の土地の破壊に五ヶ月を費やし、農舎のほぼすべてに火を放ち、土地を荒廃させ、栽培された作物を実らせることができるすべてのものを消し去った。
μετὰ δὲ ταῦτα τοῖς μὲν Ἀναγνίταις ἀδικήματα ποιοῦσι πόλεμον κατήγγειλαν, Φρουσίνωνα δὲ ἐκπολιορκήσαντες ἀπέδοντο τὴν χώραν.
この後、彼らは不正行為を行っていたアナグニア人に対して宣戦を布告し、フルシノを包囲攻略してその土地を売却した。