Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.5.1-20.5.5

アガトクレスの出航と航海中の日食

193 / 301 箇所 · ギリシア語

要旨

アガトクレスはカルタゴ軍の封鎖を突いてシュラクサイから出航し、追跡を逃れるが、不吉な日食の発生により兵士たちは不安に陥る。

§20.5.1ὡς δʼ εὐτρεπῆ πάντʼ ἦν, πληρώσας ἑξήκοντα ναῦς ἐπετήρει καιρὸν οἰκεῖον πρὸς τὸν ἔκπλουν.
すべてが準備できたとき、彼は六十隻の船に兵を満載し、出航に適した時機をうかがっていた。
ἀγνοουμένης δὲ τῆς ἐπινοίας αὐτοῦ τινὲς μὲν εἰς τὴν Ἰταλίαν ὑπελάμβανον αὐτὸν στρατεύειν, τινὲς δὲ πορθήσειν τῆς Σικελίας τὴν ὑπὸ Καρχηδονίους, πάντες δὲ ἀπεγίνωσκον τῶν ἐκπλεῖν μελλόντων τὴν σωτηρίαν καὶ τοῦ δυνάστου τὴν μανίαν κατεγίνωσκον.
彼の意図が知られていなかったので、ある者たちは彼がイタリアへ遠征するのだと考え、またある者たちはカルタゴ支配下のシケリアの地域を略奪するつもりなのだろうと考えたが、すべての者が、出航しようとしている者たちの無事をあきらめ、この支配者の狂気を非難していた。
§20.5.2ἐφορμούντων δὲ τῶν πολεμίων πολλαπλασίαις τριήρεσι τὸ μὲν πρῶτον ἐφʼ ἡμέρας τινὰς ἠνάγκάζε συνέχειν ἑαυτοὺς ἐν ταῖς ναυσὶ τοὺς στρατιώτας, οὐ δυναμένους ἐκπλεῦσαι·
敵が何倍もの数の三段櫂船で海上を監視していたため、最初のうち数日間、彼は兵士たちに船内に留まることを余儀なくさせ、兵士たちは出航することができなかった。
ἔπειτα δὲ σιτηγῶν πλοίων τῇ πόλει προσθεόντων οἱ μὲν Καρχηδόνιοι παντὶ τῷ στόλῳ πρὸς τὰς ναῦς ἀνήχθησαν, ὁ δʼ Ἀγαθοκλῆς ἀπελπίζων ἤδη τὴν ἐπιβολήν, ὡς ἴδεν τὸ στόμα τοῦ λιμένος ἔρημον τῶν ἐφορμούντων, ἐξέπλευσεν ὀξείαις ταῖς εἰρεσίαις χρώμενος.
しかしその後、食糧運搬船が都市に向かって進んできたため、カルタゴ軍は全艦隊を率いてそれらの船に向かって出航した。 一方アガトクレスは、自らの企てをすでに諦めかけていたが、港の入り口に監視の船がいなくなっているのを見るや、激しく櫂を漕いで出航した。
§20.5.3εἶθʼ οἱ μὲν Καρχηδόνιοι πλησίον ἤδη τῶν φορτηγῶν ὄντες, ὡς ἴδον τοὺς πολεμίους ἀθρόαις ταῖς ναυσὶ πλέοντας, τὸ μὲν πρῶτον ὑπολαβόντες αὐτὸν ὡρμηκέναι πρὸς τὴν τῶν σιτηγῶν βοήθειαν, ἀνέστρεφον καὶ τὸν στόλον ἐξήρτυον εἰς ναυμαχίαν·
それから、カルタゴ軍はすでに貨物船の近くに迫っていたが、敵がすべての船を揃えて航行しているのを見て、最初は彼が食糧船の救援のために急行したのだと考え、引き返して艦隊を海戦に備えて整えた。
ὡς δʼ ἐπʼ εὐθείας ἑώρων παραθέοντας καὶ πολὺ τοῦ πλοῦ προλαμβάνοντας, ἐποιοῦντο τὸν διωγμόν.
しかし、彼らが一直線に通り過ぎ、航路のはるか先へと進んでいるのを見ると、追跡を開始した。
§20.5.4ἔνθα δὴ τούτων πρὸς ἀλλήλους φιλοτιμουμένων τὰ μὲν τὴν ἀγορὰν κομίζοντα πλοῖα παραδόξως ἐκφυγόντα τὸν κίνδυνον πολλὴν εὐπορίαν ἐποίησεν ἐν ταῖς Συρακούσσαις τῶν ἐπιτηδείων, σιτοδείας ἤδη τὴν πόλιν ἐχούσης, ὁ δʼ Ἀγαθοκλῆς περικατάληπτος ἤδη γινόμενος ἐπιλαβούσης τῆς νυκτὸς ἀνελπίστου σωτηρίας ἔτυχεν.
ここで、双方が互いに競い合っている間に、食糧を運んでいた船は思いがけず危険を免れ、すでに食糧不足に見舞われていたシュラクサイに物資の豊かな供給をもたらした。 一方、アガトクレスは今にも追いつかれそうになっていたが、夜が訪れたため、思いがけない救いを得た。
§20.5.5τῇ δʼ ὑστεραίᾳ τηλικαύτην ἔκλειψιν ἡλίου συνέβη γενέσθαι ὥστε ὁλοσχερῶς φανῆναι νύκτα, θεωρουμένων τῶν ἀστέρων πανταχοῦ·
翌日、これほど大きな日食が起こり、完全に夜のようになり、いたるところで星が見えるほどであった。
διόπερ οἱ περὶ τὸν Ἀγαθοκλέα, νομίσαντες καὶ τὸ θεῖον αὐτοῖς προσημαίνειν τὸ δυσχερές, ἔτι μᾶλλον ὑπὲρ τοῦ μέλλοντος ἐν ἀγωνίᾳ καθειστήκεισαν.
それゆえ、アガトクレスとその周囲の者たちは、神意もまた自分たちに不吉な前兆を示しているのだと考え、将来についてますます大きな不安に陥った。

語釈・文法注

  1. 20.5.1ἀπεγίνωσκον τῶν ἐκπλεῖν μελλόντων τὴν σωτηρίαν — 動詞 ἀπογινώσκω は、「〈人・属格〉の〈事・対格〉をあきらめる、見限る」という構文をとる。ここでは「出航しようとしている者たちの(τῶν ἐκπλεῖν μελλόντων)無事(τὴν σωτηρίαν)を皆があきらめた」という意味になる。
  2. 20.5.2ἠνάγκαζε συνέχειν ἑαυτοὺς — 未完了過去 ἠνάγκαζε の主語は前文から継続しているアガトクレス。不定詞 συνέχειν の意味上の対格主語は後続の τοὺς στρατιώτας であり、「兵士たちに(船内に)身を留めさせることを強いた」という使役・強制の構文。再帰代名詞 ἑαυτούς は τοὺς στρατιώτας を指す。
  3. 20.5.4ἐπιλαβούσης τῆς νυκτὸς — 動詞 ἐπιλαμβάνω の自動詞的(あるいは中動態的)な用法で、「(夜などが)追いつく、不意に訪れる」の意。ここでは属格絶対構文(「夜が訪れたので」)を作っている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.5.1-20.5.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.5.1-20.5.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。