§20.35.1τῶν γὰρ Τυρρηνῶν στρατευσάντων ἐπὶ πόλιν Σούτριον ἄποικον Ῥωμαίων οἱ μὲν ὕπατοι δυνάμεσιν ἁδραῖς ἐκβοηθήσαντες ἐνίκησαν μάχῃ τοὺς Τυρρηνοὺς καὶ συνεδίωξαν εἰς τὴν παρεμβολήν,
ティレニア人たちがローマの植民都市ストリウムに対して遠征を行ったので、執政官たちは強力な軍勢を率いて救援に赴き、戦闘でティレニア人を打ち破り、彼らを陣営まで追いつめた。
§20.35.2οἱ δὲ Σαυνῖται κατὰ τοῦτον τὸν χρόνον μακρὰν ἀπηρτημένης τῆς Ῥωμαίων δυνάμεως ἀδεῶς ἐπόρθουν τῶν Ἰαπύγων τοὺς τὰ Ῥωμαίων φρονοῦντας.
他方、サムニウム人たちはこの時期、ローマの軍勢が遠方に引き離されているのを幸いに、ヤピュゲス人のうちでローマを支持する人々を恐れることなく略奪していた。
διόπερ ἠναγκάσθησαν οἱ ὕπατοι διαιρεῖν τὰς δυνάμεις καὶ Φάβιος μὲν ἐν τῇ Τυρρηνίᾳ κατέμεινεν, Μάρκιος δὲ ἐπὶ τοὺς Σαυνίτας ἀναζεύξας Ἀλλίφας μὲν πόλιν εἷλεν κατὰ κράτος, τοὺς δὲ πολιορκουμένους τῶν συμμάχων ἐκ τῶν κινδύνων ἐρρύσατο.
それゆえ執政官たちは軍勢を分割することを余儀なくされ、ファビウスはティレニアに留まり、マルキウスはサムニウム人に対して進軍して、アッリファエの町を武力で奪取し、包囲されていた同盟者たちを危険から救い出した。
§20.35.3ὁ δὲ Φάβιος Τυρρηνῶν πολλοῖς πλήθεσιν ἐπὶ τὸ Σούτριον συνδραμόντων ἔλαθε τοὺς πολεμίους διὰ τῆς τῶν ὁμόρων χώρας ἐμβαλὼν εἰς τὴν ἀνωτέρω Τυρρηνίαν, ἀπόρθητον γενομένην πολλῶν χρόνων·
しかしファビウスは、ティレニア人の大群がストリウムに向けて殺到するなか、隣接する人々の土地を通って、長年の間略奪を免れていた上部ティレニアへと侵入し、敵の意表を突いた。
§20.35.4ἐπιπεσὼν δὲ ἀνελπίστως τῆς τε χώρας πολλὴν ἐδῄωσε καὶ τοὺς ἐπελθόντας τῶν ἐγχωρίων νικήσας πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ ζῶντας ὑποχειρίους ἔλαβεν.
そして不意を突いて襲いかかり、その土地の多くを荒廃させ、立ち向かってきた住民たちを破って、多くを殺害し、少なくない者を生け捕りにして手中に収めた。
μετὰ δὲ ταῦτα περὶ τὴν καλουμένην Περυσίαν δευτέρᾳ μάχῃ τῶν Τυρρηνῶν κρατήσας, πολλοὺς ἀνελὼν κατεπλήξατο τὸ ἔθνος, πρῶτος Ῥωμαίων μετὰ δυνάμεως ἐμβεβληκὼς εἰς τοὺς τόπους τούτους.
この後、ペルシアと呼ばれる場所の近くでの第二の戦闘でティレニア人に勝利し、多くの者を殺害してその部族を恐怖に陥れた。 彼はローマ人で初めて、軍勢を率いてこれらの土地に侵入した人物であった。
§20.35.5καὶ πρὸς μὲν Ἀρρητινοὺς καὶ Κροτωνιάτας, ἔτι δὲ Περυσίνους ἀνοχὰς ἐποιήσατο·
そしてアッレティウム人、クロトニア人、さらにはペルシア人たちと休戦協定を結んだ。
πόλιν δὲ τὴν ὀνομαζομένην Καστόλαν ἐκπολιορκήσας συνηνάγκασε τοὺς Τυρρηνοὺς λῦσαι τὴν τοῦ Σουτρίου πολιορκίαν.
また、カストラと呼ばれる都市を攻め落とすことで、ティレニア人たちにストリウムの包囲を解くことを余儀なくさせた。