§20.3.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Ἱερομνήμονος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Κόιντον Αἰμίλιον, κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἡττημένος ὑπὸ Καρχηδονίων τῇ περὶ τὸν Ἱμέραν μάχῃ καὶ τὸ πλεῖστον καὶ κράτιστον τῆς δυνάμεως ἀποβεβληκὼς συνέφυγεν εἰς τὰς Συρακούσσας.
当希罗姆内蒙在雅典担任执政官时,罗马人任命盖乌斯·尤利乌斯和昆图斯·埃米利乌斯为执政官;而在西西里,阿加托克勒斯在希梅拉附近的战役中被迦太基人击败,并失去了其军队中最大且最精锐的部分,因而逃往叙拉古避难。
§20.3.2ὁρῶν δὲ τούς τε συμμάχους ἅπαντας μεταβεβλημένους καὶ τοὺς βαρβάρους πλὴν Συρακουσσῶν ἁπάσης σχεδὸν Σικελίας κυριεύοντας καὶ πολὺ προέχοντας ταῖς τε πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν ἐπετελέσατο πρᾶξιν ἀνέλπιστον καὶ παραβολωτάτην.
他看到盟友们全都背叛,而异族人除了叙拉古之外几乎统治了整个西西里,并且在陆海军力量上都占有绝对优势,于是他付诸了一项出人意料且极其冒险的行动。
§20.3.3πάντων γὰρ διειληφότων μηδʼ ἐγχειρήσειν αὐτὸν τοῖς Καρχηδονίοις ἀντιταχθῆναι, διενοήσατο τῆς μὲν πόλεως ἀπολιπεῖν τὴν ἱκανὴν φυλακήν, τῶν δὲ στρατιωτῶν τοὺς εὐθέτους ἐπιλέξαι καὶ μετὰ τούτων εἰς τὴν Λιβύην διακομισθῆναι·
因为当时人人都认为他根本不敢尝试对抗迦太基人,所以他计划在城中留下充足的守备部队,选拔士兵中的合适人选,并同他们一起渡海前往利比亚。
τοῦτο γὰρ πράξας ἤλπιζε τοὺς μὲν ἐν τῇ Καρχηδόνι τετρυφηκότας ἐν εἰρήνῃ πολυχρονίῳ καὶ διὰ τοῦτʼ ἀπείρους ὄντας τῶν ἐν ταῖς μάχαις κινδύνων ὑπὸ τῶν ἐνηθληκότων τοῖς δεινοῖς ῥᾳδίως ἡττηθήσεσθαι, τοὺς δὲ κατὰ Λιβύην συμμάχους, βαρυνομένους τοῖς προστάγμασιν ἐκ πολλῶν χρόνων, λήψεσθαι καιρὸν τῆς ἀποστάσεως, τὸ δὲ μέγιστον, διαρπάσειν ἀπροσδοκήτως ἐπιφανεὶς χώραν ἀπόρθητον καὶ διὰ τὴν τῶν Καρχηδονίων εὐδαιμονίαν πεπληρωμένην παντοίων ἀγαθῶν, τὸ δʼ ὅλον ἀπὸ τῆς πατρίδος καὶ πάσης Σικελίας περισπάσειν τοὺς βαρβάρους καὶ πάντα τὸν πόλεμον μετάξειν εἰς τὴν Λιβύην· ὅπερ καὶ συνετελέσθη.
因为他指望通过这样做:第一,那些在长期和平中生活奢侈、因而对战斗危险毫无经验的迦太基人,将被那些在艰难困苦中磨练成长的人轻易击败;第二,长期以来视命令为沉重负担的利比亚盟友将获得叛变的机会;而最重要的一点是,他通过出其不意地出现,将掠夺一片从未被践踏过、且因迦太基人的繁荣而充满各种优厚物资的土地;总之,他能将异族人的注意力从祖国及整个西西里吸引开,并将整场战争转移到利比亚——而这确实实现了。