Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.97.1-19.97.6

ナバタイ人の抗戦とデメトリオスの撤退

174 / 301 箇所 · ギリシア語

要旨

デメトリオスの進軍を察知したナバタイ人は防備を固め、荒野へと退却する。膠着状態のなか、ナバタイ人の代表は独自の過酷な生活様式を説いて和解を提案し、デメトリオスは贈り物を受け取って撤退に合意する。

§19.97.1ἔσπευδε λαθεῖν τοὺς βαρβάρους, οἱ δὲ σκοποὶ κατανοήσαντες πολεμίαν δύναμιν εἰσβεβληκυῖαν ἐσήμηναν τοῖς Ναβαταίοις διὰ τῶν συγκειμένων πυρσῶν·
デメトリオスは蛮族たちの目を免れようと急いだが、一方、物見たちは敵の軍勢が侵入したことを察知して、あらかじめ決められていたのろしによってナバタイ人たちに合図を送った。
διόπερ οἱ βάρβαροι νομίσαντες συντόμως ἥκειν τοὺς Ἕλληνας, εἰς μὲν τὴν πέτραν ἀπέθεντο τὰς ἀποσκευὰς καὶ φυλακὴν τὴν ἱκανὴν ἐπέστησαν, οὔσης μιᾶς ἀναβάσεως χειροποιήτου, αὐτοὶ δὲ διελόμενοι τὴν λείαν ἄλλοι κατʼ ἄλλους τόπους ἀπήλαυνον εἰς τὴν ἔρημον.
それゆえ蛮族たちは、ギリシア人たちがすぐにやって来ると考え、手荷物を「岩」へと預け、十分な守備隊を配置した。 そこへ登る、人の手による通路が一つしかなかったためである。 彼ら自身は獲物を分配し、銘々が異なる場所へと荒野へと去って行った。
§19.97.2Δημήτριος δὲ παραγενόμενος εἰς τὴν πέτραν καὶ τὴν λείαν καταλαβὼν ἀπηλλαγμένην προσβολὰς συνεχεῖς ἐποιεῖτο τῷ χωρίῳ.
デメトリオスは「岩」に到着し、獲物が運び去られたのを知ると、その場所に対して執拗な攻撃を行った。
ἀμυνομένων δὲ τῶν ἔνδον εὐρώστως καὶ περιγιγνομένων ῥᾳδίως διὰ τὴν ὑπεροχὴν τῶν τόπων τότε μὲν μέχρι δείλης ἀγωνισάμενος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας·
しかし、中にいる者たちが頑強に防衛し、地形の有利さのゆえに容易に撃退したため、その時は夕方まで戦った後、喇叭で兵士たちを呼び戻した。
§19.97.3τῇ δʼ ὑστεραίᾳ προσαγαγόντος αὐτοῦ τῇ πέτρᾳ τῶν βαρβάρων τις ἀνεβόησεν “βασιλεῦ Δημήτριε, τί βουλόμενος ἢ τίνος ἀναγκάζοντος πολεμεῖς ἡμᾶς, οἰκοῦντας ἐν ἐρημίᾳ καὶ τόποις οὔθʼ ὕδωρ ἔχουσιν οὔτε σῖτον οὔτε οἶνον οὔτʼ ἄλλο τι ἁπλῶς οὐδὲν τῶν παρʼ ὑμῖν εἰς τὴν χρείαν ἀνηκόντων;
翌日、彼が「岩」に向かって進軍させたとき、蛮族の一人が大声で叫んだ。 「デメトリオス王よ、あなたは何を望んで、あるいは誰に強制されて、水も穀物もワインも、またあなた方の間で生活に不可欠なものの何一つとして全く持たない荒野や土地に暮らす我々を相手に戦うのですか。
§19.97.4ἡμεῖς γὰρ οὐδενὶ τρόπῳ προσιέμενοι δουλεύειν συμπεφεύγαμεν εἰς χώραν σπανίζουσαν πάντων τῶν ἐν τοῖς ἄλλοις χρησίμων καὶ βίον εἱλόμεθα ζῆν ἔρημον καὶ θηριώδη παντελῶς, οὐδὲν ὑμᾶς βλάπτοντες.
我々は決して隷属することを受け入れず、他国におけるすべての有用なものが欠乏している土地へと逃れてきて、あなた方に何の害も与えることなく、完全に荒涼とした野獣のような生活を送ることを選んだのです。
ἀξιοῦμεν οὖν καὶ σὲ καὶ τὸν πατέρα μὴ ἀδικεῖν ἡμᾶς, ἀλλὰ λαβόντας δωρεὰς παρʼ ἡμῶν ἀπαγαγεῖν τὸ στρατόπεδον καὶ φίλους νομίζειν Ναβαταίους εἰς τὸν λοιπὸν χρόνον.
それゆえ我々は、あなたもあなたの父上も、我々を不当に扱わないことを望み、むしろ、我々からの贈り物を受け取って軍を撤退させ、今後はナバタイ人を友とみなしてくださるよう求めます。
§19.97.5οὔτε γὰρ βουλόμενος δύνασαι μένειν ἐνταῦθα πλείους ἡμέρας, ἀπορούμενος ὕδατος καὶ τῶν ἄλλων ἐπιτηδείων ἁπάντων, οὔθʼ ἡμᾶς δύνασαι συναναγκάσαι βίον ζῆν ἕτερον, ἀλλά τινας αἰχμαλώτους ἕξεις δούλους ἀθύμους καὶ ζῆν οὐκ ἂν ὑπομείναντας
あなたが望んだとしても、水やその他すべての必要な物資を欠いているため、ここに何日も留まることはできませんし、また、我々に別の生活を送るよう強制することもできません。 捕虜をいくらか得たとしても、意気消沈した奴隷であり、他の法の下で生きることに到底耐えられない者たちを手に入れるだけだからです。
§19.97.6ἐν ἄλλοις νομίμοις.
」「他の法の下で。
” ῥηθέντων δὲ τοιούτων λόγων Δημήτριος μὲν ἀπαγαγὼν τὴν στρατιὰν ἐκέλευσεν αὐτοὺς πρέσβεις ἀποστέλλειν περὶ τούτων·
」このような言葉が語られると、デメトリオスは軍を引き揚げさせ、このことについて使節を送るよう彼らに命じた。
οἱ δὲ Ἄραβες ἐξέπεμψαν τοὺς πρεσβυτάτους, οἳ παραπλήσια τοῖς προειρημένοις διελθόντες ἔπεισαν δεξάμενον δῶρα τὰ πολυτελέστατα τῶν παρʼ αὐτοῖς διαλύσασθαι.
そこでアラビア人たちは最長老たちを派遣した。 彼らは先ほどの主張と同様のことを語り、デメトリオスが彼らのうちで最も高価な贈り物を受け取って、和解するよう説得した。

語釈・文法注

  1. 19.97.1οὔσης μιᾶς ἀναβάσεως χειροποιήτου — 独立属格で、ここでは理由(「〜なので、〜であったため」)を表す。
  2. 19.97.3τί βουλόμενος ἢ τίνος ἀναγκάζοντος — τί βουλόμενος は「何を意図して、何の目的で」を意味する分詞を用いた慣用表現。τίνος ἀναγκάζοντος は独立属格で「誰に強制されて」を意味する。
  3. 19.97.5οὐκ ἂν ὑπομείναντας — 潜在・条件を示す ἄν を伴う分詞で、条件文の帰結(「〜に耐えられないであろう者たち」)に相当する名詞修飾用法。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.97.1-19.97.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.97.1-19.97.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。