Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.90.1-19.90.5

セレウコスのバビロン奪還への進軍と同行者の鼓舞

167 / 301 箇所 · ギリシア語

要旨

セレウコスはデメトリオスの敗北後、僅かな手勢を率いてバビロン奪還への進軍を開始する。不安を募らせる同行者たちに対し、彼はアレクサンドロスの先例や神々の吉兆を示して鼓舞する。

§19.90.1κατὰ δὲ τὴν Ἀσίαν Σέλευκος μετὰ τὴν γενομένην ἧτταν Δημητρίῳ περὶ Γάζαν τῆς Συρίας ἀναλαβὼν παρὰ Πτολεμαίου πεζοὺς μὲν οὐ πλείους τῶν ὀκτακοσίων, ἱππεῖς δὲ περὶ διακοσίους ἀνέζευξεν ἐπὶ Βαβυλῶνος, ἐπὶ τοσοῦτον μεμετεωρισμένος ταῖς ἐλπίσιν ὥστʼ εἰ καὶ μηδεμίαν εἶχε δύναμιν τὸ παράπαν, μετὰ τῶν φίλων καὶ τῶν ἰδίων παίδων τὴν εἰς τοὺς ἄνω τόπους ἀνάβασιν ποιεῖσθαι·
アジアにおいては、セレウコスが、デメトリオスがシリアのガザ付近で被った敗北の後に、プトレマイオスから歩兵八百名以下、騎兵約二百名を受け取り、バビロンへ向けて出発した。 彼は期待によって非常に意気揚々としていたため、たとえ全く軍勢を持っていなかったとしても、友人たちや自身の従者たちを連れて、内陸の地方へ登行を企てたであろうほどであった。
ὑπελάμβανε γὰρ τοὺς μὲν Βαβυλωνίους διὰ τὴν προϋπάρχουσαν εὔνοιαν ἑτοίμως αὐτῷ προσθήσεσθαι, τοὺς δὲ περὶ Ἀντίγονον μετὰ τῆς δυνάμεως μακρὰν ἀπεσπασμένους παραδεδωκέναι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς.
なぜなら彼は、バビロニア人たちは以前からの好意によって進んで自分に味方するであろうし、アンティゴノスとその一派は軍勢とともに遠くに引き離されているため、自分の企てに適した好機を与えてくれていると考えていたからである。
§19.90.2τοιαύτης δʼ οὔσης τῆς περὶ αὐτὸν ὁρμῆς οἱ συνόντες φίλοι θεωροῦντες ὅτι μετʼ αὐτῶν μέν εἰσι παντελῶς ὀλίγοι συστρατεύοντες, τοῖς δὲ πολεμίοις ἐφʼ οὓς προάγουσι καὶ δυνάμεις ὑπάρχουσιν ἕτοιμοι μεγάλαι καὶ χορηγίαι λαμπραὶ καὶ συμμάχων πλῆθος, οὐ μετρίως ἠθύμουν.
彼の決意がこのようであったのに対して、同行する友人たちは、自分たちと一緒に戦う者は極めて少数である一方で、彼らが進撃しようとしている敵の側には、準備の整った大軍と豊かな軍需品、そして多くの同盟国が存在しているのを見て、ひどく意気消沈した。
§19.90.3οὓς ὁρῶν καταπεπληγμένους ὁ Σέλευκος παρεκάλει, διδάσκων ὅτι τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας καὶ διʼ ἀρετὴν ὑπʼ ἐκείνου προηγμένους προσήκει μὴ πάντως δυνάμει καὶ χρήμασι πεποιθότας ἀντέχεσθαι πραγμάτων, ἀλλʼ ἐμπειρίᾳ καὶ συνέσει, διʼ ὧν κἀκεῖνος τὰ μεγάλα καὶ παρὰ πᾶσι θαυμαζόμενα κατειργάσατο.
彼らが恐怖にとらわれているのを見て、セレウコスは彼らを励まし、アレクサンドロスと共に戦い、その優秀さのゆえに彼によって取り立てられた者たちは、いかなる場合も軍事力や金銭に頼って事に対処すべきではなく、むしろ経験と知恵に依るべきであり、それらによってあの御方もまた、誰もが驚嘆する偉業を成し遂げたのだ、と説いた。
πιστεύειν δὲ δεῖν καὶ ταῖς τῶν θεῶν προρρήσεσι τὸ τέλος ἔσεσθαι τῆς στρατείας ἄξιον τῆς ἐπιβολῆς·
また、神々の予言を信じるべきであり、この遠征の結末は企てにふさわしいものとなるだろうとした。
§19.90.4ἐν μὲν γὰρ Βραγχίδαις αὐτοῦ χρηστηριαζομένου τὸν θεὸν προσαγορεῦσαι Σέλευκον βασιλέα, τὸν δὲ Ἀλέξανδρον καθʼ ὕπνον ἐπιστάντα φανερῶς διασημᾶναι περὶ τῆς ἐσομένης ἡγεμονίας, ἧς δεῖ τυχεῖν αὐτὸν προϊόντος τοῦ χρόνου.
なぜなら、彼がブランキダイで神託を求めたとき、神はセレウコスを王と呼び、またアレクサンドロスが夢の中に現れて、時が経てば彼が獲得することになる未来の支配権について、はっきりと告げ知らせてくれたからである。
§19.90.5πρὸς δὲ τούτοις ἀπεφαίνετο διότι πάντα γίνεται τὰ καλὰ καὶ παρʼ ἀνθρώποις θαυμαζόμενα διὰ πόνων καὶ κινδύνων.
これらに加えて、彼は、人間の中で称賛されるすべての美しく素晴らしいものは、労苦と危険を通じて生じるのだと主張した。
ἐπολιτεύετο δὲ καὶ πρὸς τοὺς συστρατεύοντας καὶ κατεσκεύαζεν αὑτὸν ἴσον ἅπασιν, ὥσθʼ ἕκαστον αἰδεῖσθαι καὶ τὸ παράβολον τῆς τόλμης ἑκουσίως ὑπομένειν.
そして、彼は戦友たちに対しても親しみやすく振る舞い、自らをすべての人と同等に置いたので、誰もが彼を敬い、その危険な冒険を自発的に耐え忍ぶようになった。

語釈・文法注

  1. 19.90.1Δημητρίῳ — デメトリオスに対する利害関係の与格(または参考の与格)。直前の「生じた敗北(γενομένην ἧτταν)」に係り、「デメトリオスに生じた敗北(ガザの戦いでの敗北)」、すなわち「デメトリオスの敗北」を意味する。
  2. 19.90.1τῶν ἰδίων παίδων — ここでの παῖς は「子供」ではなく、主君セレウコスに同行した「家臣」や「従者」を指す。
  3. 19.90.1ὥστʼ ... ποιεῖσθαι — ὥστε + 不定詞(結果・程度)の構文で、そこに条件節(εἰ καὶ...)が挿入されている。セレウコスの熱意や期待が「仮に全く軍勢を持っていなかったとしても進軍を企てたであろうほど」高まっていたことを示す。
  4. 19.90.4προϊόντος τοῦ χρόνου — 現在分詞 προϊόντος と名詞 τοῦ χρόνου による属格独立構文。「時が進むにつれて」「時が経てば」の意。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.90.1-19.90.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.90.1-19.90.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。