Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.22.1-19.22.3

ペウケスタスによるペルセポリスでの大祝宴

99 / 301 箇所 · ギリシア語

要旨

ペルセポリスに到着したペウケスタスは、神々とアレクサンドロスらに捧げる壮麗な祝宴を催した。彼は軍の階級や身分に応じて人々を四重の巨大な同心円状の席に配置し、その豪華でもてなしに満ちた設えを整えた。

§19.22.1ὡς δέ ποθʼ ἧκον εἰς Περσέπολιν τὸ βασίλειον, Πευκέστης μὲν, ὢν ταύτης τῆς χώρας στρατηγός, θυσίαν ἐπετέλεσε μεγαλοπρεπῆ τοῖς θεοῖς καὶ Ἀλεξάνδρῳ καὶ Φιλίππῳ, μεταπεμψάμενος δὲ ἐξ ὅλης σχεδὸν τῆς Περσίδος ἱερείων καὶ τῶν ἄλλων τῶν εἰς εὐωχίαν καὶ πανήγυριν χρησίμων πλῆθος εἱστίασε τὴν δύναμιν.
しかし、彼らがいつしか王宮のあるペルセポリスに到着すると、この地域の将軍であったペウケスタスは、神々とアレクサンドロス、そしてフィリッポスに対して壮麗な犠牲式を執り行い、ペルシス全土から生け贄の獣や、祝宴と祭典に役立つその他の品々を大量に呼び寄せて、軍勢をもてなした。
§19.22.2ἐπλήρωσε δὲ τῆς τῶν πανηγυριζόντων θυσίας κύκλους τέσσαρας ἐντὸς ἀλλήλων ὄντας καὶ περιεχομένους ὑφʼ ἑνὸς τοῦ μεγίστου·
彼は、祝宴に集まった人々が犠牲にあずかるために、互いの内側にあり、最も大きな一つの円に囲まれた四つの円を人々で満たした。
εἶναι δὲ συνέβαινε τοῦ μὲν ἐκτὸς τὴν περίμετρον δέκα σταδίων, ἣν ἀνεπλήρουν οἵ τε μισθοφόροι καὶ συμμάχων τὸ πλῆθος, τοῦ δὲ δευτέρου σταδίων ὀκτώ, καθʼ ὃν ὑπῆρχον οἵ τε ἀργυράσπιδες Μακεδόνες καὶ τῶν ἑταίρων οἱ μετʼ Ἀλεξάνδρου στρατεύσαντες, τοῦ δʼ ἑξῆς τὴν μὲν περιφέρειαν σταδίων τεσσάρων, τὸν δὲ τόπον ἀναπληροῦσθαι κατακειμένων τῶν τε δευτέρων ἡγεμόνων καὶ τῶν ἔξω τάξεως φίλων καὶ στρατηγῶν καὶ τῶν ἱππέων· τοῦ δʼ ἐπὶ πᾶσιν, ὄντος δυεῖν σταδίων, διειλήφεισαν τὰς κλισίας οἵ τε στρατηγοὶ καὶ οἱ τὰς ἱππαρχίας ἔχοντες, ἔτι δὲ τῶν Περσῶν οἱ μάλιστα τιμώμενοι.
そして、最も外側の円は周囲が十スタディオンであり、そこを傭兵たちと同盟軍の群衆が満たし、二番目の円は八スタディオンで、そこにはマケドニア人の銀盾兵たちと、アレクサンドロスと共に遠征したヘタイロイたちがおり、その次の円は周囲が四スタディオンで、その場所は、副指揮官たち、役職を持たない友人たち、将軍たち、および騎兵たちが横たわって満たしており、最後(最も内側)の円は二スタディオンであって、将軍たちや騎兵隊長たち、さらにペルシア人のなかで最も重んじられている人々が席を占めていた。
§19.22.3ἐν μέσῳ δὲ τούτων ὑπῆρχον βωμοὶ θεῶν καὶ Ἀλεξάνδρου καὶ Φιλίππου.
これらの中央には、神々とアレクサンドロスとフィリッポスの祭壇があった。
καὶ τὰς μὲν κλισίας συνέβαινεν ἐκ φυλλάδος κατεσκευάσθαι, κεκαλυμμένας αὐλαίαις καὶ παντοδαποῖς περιστρώμασι, χορηγούσης τῆς Περσίδος δαψιλῆ πάντα τὰ πρὸς τρυφὴν καὶ ἀπόλαυσιν, διεστηκέναι δὲ τοὺς κύκλους ἀπʼ ἀλλήλων ἐπὶ τοσοῦτον ὥστε μηδὲν μὲν παρενοχλεῖσθαι τοὺς ἑστιωμένους,
そして、座席は木の葉で設えられており、ペルシス地方が贅沢と享楽に必要なすべてのものを豊かに供給していたため、タペストリーや様々な敷物で覆われており、また円同士は、食事をする人々が互いに全く邪魔されないほど十分に離れていた。

語釈・文法注

  1. 19.22.2εἶναι δὲ συνέβαινε — 非人称動詞 συνέβαινε(〜であった)に導かれる対格不定詞句(εἶναι, ἀναπληροῦσθαι)が全体の骨格をなすが、続く各節では関係節や直説法過去(ἀνεπλήρουν)、過去完了(διειλήφεισαν)が混ざり込んでおり、叙述が次第に直接的な表現へと移行する、ディオドロスに特有のゆるやかな統語構造を示している。また、δέκα σταδίων などの属格は「性質(測定・寸法)」を表す。
  2. 19.22.2τοῦ δʼ ἐπὶ πᾶσιν — 前置詞句 ἐπὶ πᾶσιν は「すべてのもののなかで最後に」を意味し、ここでは文脈上「最も内側の(4つの同心円のうち最も中心にある)」円を指している。先行する τοῦ μὲν ἐκτός, τοῦ δὲ δευτέρου, τοῦ δʼ ἑξῆς と対比されている。
  3. 19.22.3διεστηκέναι δὲ τοὺς κύκλους — 完了不定詞 διεστηκέναι は、前の文にある動詞 συνέβαινεν にかかっており、座席の仕様(κατεσκευάσθαι)に加えて、円と円の間の距離に関する事実を非人称動詞の主語節として導いている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.22.1-19.22.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.22.1-19.22.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。