§18.74.1κατὰ δὲ τὴν Εὐρώπην Πολυπέρχοντος διὰ τὴν ἐλάττωσιν τῆς κατὰ τοὺς Μεγαλοπολίτας πολιορκίας καταφρονηθέντος αἱ πλεῖσται τῶν Ἑλληνίδων πόλεων ἀφιστάμεναι τῶν βασιλέων πρὸς Κάσανδρον ἀπέκλιναν.
一方、ヨーロッパにおいては、ポリュペルコンがメガロポリス市民に対する包囲戦の失敗によって軽んじられたため、ギリシアの都市の大部分が諸王から離反してカッサンドロスの側に傾いた。
Ἀθηναίων δὲ μὴ δυναμένων ἀποτρίψασθαι τὴν φρουρὰν μήτε διὰ τοῦ Πολυπέρχοντος μήτε διʼ Ὀλυμπιάδος ἀπετόλμησέ τις τῶν ἐπαινουμένων πολιτῶν εἰπεῖν ἐν ἐκκλησίᾳ διότι συμφέρει πρὸς Κάσανδρον διαλύσασθαι.
アテナイ人たちは、ポリュペルコンを通じてもオリュンピアスを通じても守備隊を追い払うことができなかったので、称賛されている市民の一人が、カッサンドロスと和解することが有益であると民会であえて発言した。
§18.74.2τὸ μὲν οὖν πρῶτον ἐγένετο θόρυβος, τῶν μὲν ἀντιλεγόντων, τῶν δὲ συγκατατιθεμένων τοῖς λόγοις·
最初は、反対する者たちと、その言葉に同意する者たちとの間で騒動が起こった。
. ὡς δὲ ἀνεθεωρήθη τὸ συμφέρον, ἔδοξε τοῖς πᾶσι πρεσβεύειν πρὸς Κάσανδρον καὶ τίθεσθαι τὰ πρὸς αὐτὸν ὡς ἂν ᾖ δυνατόν.
しかし、何が有益であるかが再考されると、全員がカッサンドロスのもとに使節を送り、可能な限り有利な条件で彼と和解することに決定した。
§18.74.3γενομένων δὲ πλειόνων ἐντεύξεων συνέθεντο τὴν εἰρήνην ὥστε τοὺς Ἀθηναίους ἔχειν πόλιν τε καὶ χώραν καὶ προσόδους καὶ ναῦς καὶ τἄλλα πάντα φίλους ὄντας καὶ συμμάχους Κασάνδρου, τὴν δὲ Μουνυχίαν κατὰ τὸ παρὸν κρατεῖν Κάσανδρον, ἕως ἂν διαπολεμήσῃ πρὸς τοὺς βασιλεῖς, καὶ τὸ πολίτευμα διοικεῖσθαι ἀπὸ τιμήσεων ἄχρι μνῶν δέκα, καταστῆσαι δʼ ἐπιμελητὴν τῆς πόλεως ἕνα ἄνδρα Ἀθηναῖον ὃν ἂν δόξῃ Κασάνδρῳ·
数回の会談が行われた後、彼らは和平を結んだ。 その内容は、アテナイ人がカッサンドロスの友人かつ同盟者として、都市、領土、収入、船、その他すべてのものを保持すること、ただしムニキアについては、諸王との戦争が終わるまでは当面の間カッサンドロスが占領すること、また、国制は10ミナ以上の財産査定に基づいて運営されること、そして、カッサンドロスが適当と認める一人のアテナイ人を都市の監督官として任命すること、というものであった。
καὶ ᾑρέθη Δημήτριος ὁ Φαληρεύς.
そして、ファレロンのデメトリオスが選ばれた。
οὗτος δὲ παραλαβὼν τὴν ἐπιμέλειαν τῆς πόλεως ἦρχεν εἰρηνικῶς καὶ πρὸς τοὺς πολίτας φιλανθρώπως.
彼は都市の監督を引き受けると、平和的に、また市民に対して寛大に統治した。