§18.74.1κατὰ δὲ τὴν Εὐρώπην Πολυπέρχοντος διὰ τὴν ἐλάττωσιν τῆς κατὰ τοὺς Μεγαλοπολίτας πολιορκίας καταφρονηθέντος αἱ πλεῖσται τῶν Ἑλληνίδων πόλεων ἀφιστάμεναι τῶν βασιλέων πρὸς Κάσανδρον ἀπέκλιναν.
在欧洲,由于波利伯孔因对梅加洛波利斯人包围战的失败而受到蔑视,大多数希腊城市便背叛诸王,倒向了卡山德。
Ἀθηναίων δὲ μὴ δυναμένων ἀποτρίψασθαι τὴν φρουρὰν μήτε διὰ τοῦ Πολυπέρχοντος μήτε διʼ Ὀλυμπιάδος ἀπετόλμησέ τις τῶν ἐπαινουμένων πολιτῶν εἰπεῖν ἐν ἐκκλησίᾳ διότι συμφέρει πρὸς Κάσανδρον διαλύσασθαι.
雅典人既无法通过波利伯孔也无法通过奥林匹亚丝驱逐守军,因此,一位备受赞誉的公民敢于在公民大会上发言,指出与卡山德达成和解是有利的。
§18.74.2τὸ μὲν οὖν πρῶτον ἐγένετο θόρυβος, τῶν μὲν ἀντιλεγόντων, τῶν δὲ συγκατατιθεμένων τοῖς λόγοις· . ὡς δὲ ἀνεθεωρήθη τὸ συμφέρον, ἔδοξε τοῖς πᾶσι πρεσβεύειν πρὸς Κάσανδρον καὶ τίθεσθαι τὰ πρὸς αὐτὸν ὡς ἂν ᾖ δυνατόν.
起初确实引起了骚动,有人反对,也有人赞同这些话;但是,当利益被重新审视后,所有人一致决定向卡山德派遣使节,并尽一切可能与其达成和解。
§18.74.3γενομένων δὲ πλειόνων ἐντεύξεων συνέθεντο τὴν εἰρήνην ὥστε τοὺς Ἀθηναίους ἔχειν πόλιν τε καὶ χώραν καὶ προσόδους καὶ ναῦς καὶ τἄλλα πάντα φίλους ὄντας καὶ συμμάχους Κασάνδρου, τὴν δὲ Μουνυχίαν κατὰ τὸ παρὸν κρατεῖν Κάσανδρον, ἕως ἂν διαπολεμήσῃ πρὸς τοὺς βασιλεῖς, καὶ τὸ πολίτευμα διοικεῖσθαι ἀπὸ τιμήσεων ἄχρι μνῶν δέκα, καταστῆσαι δʼ ἐπιμελητὴν τῆς πόλεως ἕνα ἄνδρα Ἀθηναῖον ὃν ἂν δόξῃ Κασάνδρῳ·
在进行了多次会谈后,他们缔结了和平条约,规定雅典人作为卡山德之友及盟友,拥有其城市、领土、收入、船只及其他一切事物;但卡山德在目前,直到他结束与诸王的战争为止,将占领慕尼基亚;且国家政制将基于十明纳以上的财产估值进行管理;并任命一位卡山德认为合适的雅典人作为城市的监管官。
καὶ ᾑρέθη Δημήτριος ὁ Φαληρεύς.
于是法莱鲁姆的德米特里被选出。
οὗτος δὲ παραλαβὼν τὴν ἐπιμέλειαν τῆς πόλεως ἦρχεν εἰρηνικῶς καὶ πρὸς τοὺς πολίτας φιλανθρώπως.
他接管了对城市的监管后,实行了和平且对公民友善的统治。