§18.68.1Κάσανδρος δὲ παρʼ Ἀντιγόνου λαβὼν ναῦς μακρὰς τριάκοντα· καὶ πέντε, στρατιώτας δὲ τετρακισχιλίους κατέπλευσεν εἰς τὸν Πειραιᾶ.
カサンドロスはアンティゴノスから35隻の軍船と4000人の兵士を受け取り、ペイライエウスへと入港した。
προσδεχθεὶς δʼ ὑπὸ Νικάνορος τοῦ φρουράρχου παρέλαβε τὸν Πειραιᾶ καὶ τὰ κλεῖθρα τοῦ λιμένος·
そして守備隊長ニカノルに迎え入れられて、ペイライエウスと港の防波堤を引き受けた。
τὴν δὲ Μουνυχίαν αὐτὸς ὁ Νικάνωρ κατεῖχεν, ἔχων ἰδίους στρατιώτας ἱκανοὺς εἰς τὸ τηρεῖν τὸ φρούριον.
しかし、ムニキアはニカノル自身が、その砦を維持するのに十分な自らの兵士を率いて占領し続けた。
§18.68.2Πολυπέρχων δὲ μετὰ τῶν βασιλέων ἔτυχε μὲν διατρίβων περὶ τὴν Φωκίδα, πυθόμενος δὲ τὸν εἰς Πειραιᾶ κατάπλουν τοῦ Κασάνδρου παρῆλθεν εἰς τὴν Ἀττικὴν καὶ πλησίον τοῦ Πειραιῶς κατεστρατοπέδευσεν.
一方、ポリュペルコンは王たちとともにフォキス地方に滞在していたが、カサンドロスがペイライエウスに入港したことを知ると、アッティカへと進み、ペイライエウスの近くに陣を敷いた。
§18.68.3εἶχεν δὲ μεθʼ ἑαυτοῦ στρατιώτας πεζοὺς μὲν Μακεδόνας δισμυρίους, τῶν δʼ ἄλλων συμμάχων περὶ τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους, ἐλέφαντας δὲ ἑξήκοντα πέντε.
彼は自身とともに、マケドニア人の歩兵2万人、その他の同盟軍約4000人、騎兵1000人、そして戦象65頭を擁していた。
ἐπεβάλετο μὲν οὖν πολιορκεῖν τοὺς περὶ τὸν Κάσανδρον, σπανίζων δὲ τροφῆς καὶ τὴν πολιορκίαν ὑπολαμβάνων ἔσεσθαι πολυχρόνιον ἠναγκάσθη μέρος τῆς δυνάμεως ἀπολιπεῖν κατὰ τὴν Ἀττικὴν τὸ δυνάμενον ἔχειν τὴν τοῦ σίτου χορηγίαν, ἡγουμένου τοῦ υἱοῦ Ἀλεξάνδρου, αὐτὸς δὲ τὸ πλεῖστον τῆς δυνάμεως ἀναλαβὼν παρῆλθεν εἰς Πελοπόννησον, συναναγκάσων τοὺς Μεγαλοπολίτας πειθαρχεῖν τοῖς βασιλεῦσιν, οἳ ἐτύγχανον μὲν τὰ Κασάνδρου φρονοῦντες καὶ διὰ τῆς ὑπʼ Ἀντιπάτρου καθεσταμένης ὀλιγαρχίας διοικούμενοι.
そこで彼はカサンドロスの一党を包囲攻撃しようと企てたが、食糧が不足しており、また包囲戦が長期に及ぶと考えたため、息子のアレクサンドロスの指揮のもと、食糧の供給を確保することのできる軍勢の一部をアッティカに残すことを余営業なくされ、自身は軍勢の大半を率いてペロポネソスへと進んだ。 それはメガロポリス市民たちに王たちに従うよう強制するためであった。 彼らはカサンドロスを支持しており、アンティパトロスによって樹立された寡頭政のもとで統治されていたからである。