§18.54.1νυνὶ δʼ ἀρκούντως τὰ κατὰ τὴν Ἀσίαν διεληλυθότες μεταβησόμεθα πρὸς τὰς κατὰ τὴν Εὐρώπην συντελεσθείσας πράξεις. Κάσανδρος γὰρ ἀποτετευχὼς τῆς κατὰ τὴν Μακεδονίαν ἡγεμονίας οὐκ ἔπτηξεν, ἀλλʼ ἔκρινεν ἀντέχεσθαι ταύτης, αἰσχρὸν εἶναι διαλαμβάνων τὴν τοῦ πατρὸς ἀρχὴν ὑφʼ ἑτέρων διοικεῖσθαι. §18.54.2ὁρῶν δὲ τὴν τῶν Μακεδόνων ὁρμὴν κεκλιμένην πρὸς τὸν Πολυπέρχοντα τῶν μὲν φίλων οἷς ἐπίστευε κατʼ ἰδίαν προσδιαλεγόμενος ἐξέπεμπεν ἐπὶ τὸν Ἑλλήσποντον ἀνυπόπτως, αὐτὸς δʼ ἐφʼ ἡμέρας τινὰς σχολάσας ἐπὶ τῆς χώρας καὶ κυνήγια συνιστάμενος ἐγέννησε περὶ αὑτοῦ διάληψιν ὡς οὐκ ἀντιποιούμενος τῆς ἀρχῆς. §18.54.3ὡς δʼ εὐτρεπῆ πάντα ἦν αὐτῷ τὰ πρὸς τὴν ἀποδημίαν, ἔλαθεν ἀναζεύξας ἐκ τῆς Μακεδονίας. καταντήσας δʼ εἰς τὴν Χερρόνησον κἀκεῖθεν ἀναζεύξας παρῆλθεν εἰς Ἑλλήσποντον. διαπλεύσας δʼ εἰς τὴν Ἀσίαν πρὸς Ἀντίγονον ἠξίου βοηθεῖν αὐτῷ, φήσας καὶ Πτολεμαῖον ἐπηγγέλθαι συμμαχήσειν. ὁ δʼ Ἀντίγονος προθύμως αὐτὸν προσδεξάμενος ἐπηγγείλατο πάντα συμπράξειν προθύμως αὐτῷ καὶ δύναμιν παραχρῆμα δώσειν πεζικήν τε καὶ ναυτικήν. §18.54.4ταῦτα δʼ ἔπραττε προσποιούμενος διὰ τὴν πρὸς Ἀντίπατρον φιλίαν συνεργεῖν, τῇ δʼ ἀληθείᾳ βουλόμενος τοὺς περὶ Πολυπέρχοντα πολλοὺς καὶ μεγάλους περισπασμοὺς ἔχειν, ὅπως αὐτὸς ἀκινδύνως τὴν Ἀσίαν ἐπέλθῃ καὶ τὴν τῶν ὅλων ἡγεμονίαν εἰς αὑτὸν περιστήσῃ.
さて、アジアにおける出来事を十分に説明し終えたので、私たちはヨーロッパで成し遂げられた行動へと移行することにしよう。カッサンドロスは、マケドニアの支配権を得ることに失敗したものの、怯むことはなく、むしろこれにしがみつくことを決意した。父の支配地が他者によって管理されるのは恥ずべきことだと考えたからである。そして、マケドニア人たちの熱意がポリュペルコンへと傾いているのを見て、彼は自分が信頼する友人たちと個別に話し合い、疑いを持たれないように彼らをヘレスポントスへと送り出した。彼自身は、数日の間、地方で余暇を過ごし、狩猟を催すことで、自分が支配権を争うつもりはないという印象を周囲に与えた。しかし、出発のためのすべての準備が整うと、彼は気づかれることなくマケドニアを出発した。ケルソネソスに到着し、そこから再び出発してヘレスポントスへと至った。そしてアジアへと渡ってアンティゴノスのもとへ行き、プトレマイオスも同盟を結ぶことを約束したと告げて、援助を求めた。アンティゴノスは彼を快く迎え入れ、あらゆることで彼に快く協力し、直ちに陸海両軍の戦力を与えることを約束した。アンティゴノスがこれらのことを行ったのは、アンティパトロスとの友情ゆえに協力するふりをしていたからであるが、実際には、ポリュペルコンとその一派が数多くの大きな妨げを抱えることを望んでいた。それは、彼自身が危険を冒すことなくアジアを攻略し、全体の覇権を自らの手に収めるためであった。